Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες, ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ποραγένηται, ὁμοίως δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὴ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά, ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης.