Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ τῆς τῶν ἡμερῶν διαιρέσεως οὕτως ποιεῖσθαι. ἐὰν γὰρ Κρόνος ἀφέτης εὑρεθῇ καθολικός, μερίζει ἔτη ζ΄ ἥμισυ. ἐπεὶ δὲ ἐκ τούτων πάντας τοὺς ἀστέρας δεῖ λαμβάνειν, τὸν ἐπιμερισμὸν οὕτως ποιήσομεν. τὰς πε΄ ἡμέρας τοῦ Κρόνου ἐπὶ τὰς ζ΄ ἥμισυ πολυπλασιάσαντες εὑρήσομεν ἡμέρας χλζ΄ ἥμισυ· ταύτας πρῶτον Κρόνος ἑαυτῷ ἐπιμερίσει ἐκ τῶν ἰδίων ἐτῶν ζ΄ ἥμισυ, εἶθ᾿ ἑξῆς ἔστω εὑρῆσθαι τὸν Δία· ἐπεὶ οὗν ἡμερῶν δεσπόζει λδ΄, ταύτας ἐπὶ τὰ ζ΄ ἥμισυ διὰ τὸ ἀχέτην εἶναι Κρόνον· γίνονται ἡμέραι σνε΄· ταύτας Ζεὺς ἕξει ἐκ τῶν τοῦ Κρόνου. εἶτα ἑξῆς τὸν τῆς Ἀφροδίτης παραλαμβάνειν· ἐπεὶ οὖν κυριεύει ἡμερῶν κβ΄ δύο τρίτων, ταύτας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν· εὑρήσομεν ρο΄· τοσαύτας Ἀφροδίτη ἕξει ἐκ τῶν τοῦ Κρόνου. καὶ ὁμοίως ἑκάστου ἀστέρος ἐὰν τὰς ἡμέρας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν, εὑρήσομεν τὸν ἐπιμερισμόν. ἐὰν δέ πως ἡ Σελήνη κυριεύσῃ τῆς ἀφέσεως, τὰς ἑκάστου ἡμέρας ἐπὶ τὸν ἓξ τέταρτον πολυπλασιάσαντες εὑρήσομεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

Ἑκάστου ἀστέρος ἡμέρας εὑρεῖν.

Αἱ δὲ ἑκάστου ἡμέραι εὑρίσκονται τοιῷδε τρόπῳ. τὴν περίοδον διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσθέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λ΄, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξ΄ καὶ τὸ ἥμισυ τῶν λ΄ γίνονται ιε΄ ταύτας προσέθηκα ταῖς ξ΄ γίνονται οε΄. καὶ πάλιν τὸ τρίτον τῶν λ΄ γίνεται ι΄· ταύτας ὁμοίως προσέθηκα τοῖς οε΄ γίνονται πε΄. ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.

[*](4 τὸν] τὸ V 14 τὸ] τὸν V 15 scil ἔστω quod fort. add. 17 ρο΄] ρθ΄ V at 7 1/2. 22 2/3 ═ 170 26 potius ἐτῶν λ΄)