Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὰς δὲ ἡμέρας οὕτως εὑρήσεις. τὰ καταγόμενα ἔτη πλήρη τῆς γενέσεως πολυπλασίασον ἐπὶ καὶ τὰς ἀπὸ τῆς γενεθλίου ἡμέρας μέχρις οὖ ζητεῖς προσυπολάμβανε μετὰ τῶν πολυπλασιασθέντων ἀριθμῶν κἂν μὲν ἦ κατὰ Ἄλε ξανδρεῖς, πρόσθες τὰς ἐμβολίμους τουτέστι τῶν πλήρων ἐτῶν τὸ καὶ ταῦτα ἀπὸ τοῦ πλήθους διέκβαλλε ὁσάκις δύνασαι ἀνὰ ιβ΄. τὰς λοιπάς πολυπλασίασον ἐπὶ τὸν ε΄ καὶ ἐπὶ τάς ἀπὸ γενέσεως ἡμέρας μέχρις οὖ ζητεῖς καὶ μέριζε εἰς τὸν ιβ΄· καὶ τὰ καταλειφθέντα ἔκβαλλε ἀπὸ τῆς Σελήνης τῆς κατὰ γένεσιν καὶ ἑκάστῳ ζῳδίῳ μίαν ψῆφον διδούς ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὸν μῆνα διέκβαλλε. καὶ ὅπου δἂν καταντήση ὁ ἀριθμός, ἐκείνου τοῦ ζῳδίου τὸν κύριον σκόπει καὶ πρὸς τούς ἐφορῶντας ἀστέρας τὴν ποιότητα τῆς ἡμέρας δήλωσον.

Τὰς δὲ ὥρας οὕτως. ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὴν ἡμέραν διέκβαλλε περὶ τὴν τῆς ἡμέρας ἀρχὴν ἀνὰ δύο ἀπὸ τῆς γενεσιακῆς [*](1 ὅτι,] ἐὰν S nempe τὰ τῶν 3 καὶ suspectum l4 aut ἐπὶ del. aut ἀναπληροῖ mutandum (ἀναποδοῖ?) 16 καὶ ἡ] nota ἡμέρας et ἢ S 22 πλήρη S nempe ταύτας 24 τὸν] τὸ S ἐπὶ τὰς] περὶ τὰς S 25 καταληφθέντα S 30 δηλώσει S)

205
ὥρας, καὶ γνώση τὰς καλὰς καὶ ἐμπράκτους ὥρας. εὔχρηστον δὲ καὶ πρὸς παντὸς πράγματος ἐπιβολὴν καὶ καταρχήν· καὶ μάλιστα τὰς ἀσθενικὰς καὶ κατακλιτικὰς ἀκριβῶς ἐπιγνώσῃ ὡροσκοπικῶν πρὸς τὰ φῶτα καὶ τὰ λοιπὰ κέντρα τῶν ἀστέρων. Ὅσα μὲν κύρια ἦν ἐπὶ ἑτοιμοτέρας σκέψεμως, ἐν τούτοις εἴρηται· δσον δὲ τῆς ἐκ τῆς συντόμου ταύτης ἀναπτύξεως, πολλὴν ἐπίδοσιν ἐαυτῷ παρέξει, ἐάνπερ ἧ εὐφυεῖ χρώμενος ψυχῇ καὶ πρὸς ὅν ἂν ὁ νοῦς τοῦ ἀνθρώπου ἔρχηται λογισμὸν κἀν ἐν φύσει κεχορηγημένος.

Τὸν περίπατον ἐὰν ποιῇς, τοῖς ἐρίοις χρῶ, οἰον η΄ ζ΄ ς΄ ε΄ δ΄, ἐὰν ἢ τὸν ἀπὸ Ἡλἰου ἐνιαυτὸν ἢ τὸν μῆνα ἀπὸ τοῦ κατὰ πάροδον Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου --- τῶν ἐνιαυτῶν ἢ ὡς παρετηρησάμην ἐγὼ Ἑρμείας. δεῖ δὲ ἀπὸ πάντων τῶν ἀστέρων ἐπὶ πάντας τούς ἀστέρας ἀφέσεις τὸν περίπατον ποιεῖσθαι κατὰ τὰς ἀναφοράς τῶν ζῳδίων καὶ τὰ κλίματα. οἷον ἐὰν περὶ γυναικός, ἀπὸ Ἀφροδίτης, ἢ θυγατέρων ἦ θηλυκῶν εἰδῶν· ὅταν δὲ περὶ πράξεως, ἀπὸ Ἑρμοῦ, καὶ τῶν ἀνηκόντων· ὅταν δὲ περὶ κινδύνων ἢ θανάτου ἢ νόσων ἢ αμαγμῶν, ἀπὸ τῶν κακοποιῶν ἐπὶ τὸν ὡροσκόπον ἢ Ἥλιον ἢ Σελήνην· καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως. προσέχειν δὲ δεῖ καὶ τίσιν ὁρίοις οἱ περίπατοί εἰσι καὶ τίνες τῶν ἀστέρων ἀκτινοβολοῦσι καὶ τίνες κατʼ ἐπέμβασιν ἐν τῷ ζῳδίῳ τοῦ περιπάτου εἰσίν· ὁμοίως καὶ τὸν παραδεδωκότα ἢ παραλαμβάνοντα, πῶς ἔχουσι πρὸς τὴν γένεσιν καὶ πῶς ἀνέτειλαν καὶ πῶς ἐν τῇ γενέσει ἐγένοντο.

Ἄλλως περὶ ἐνι ιαυτοῦ. Τοὺς δὲ ἐνιαυτούς οὕτως λήψῃ· ἀπὸ Ἡλίου, δς δηλοῖ τὰ ψυχικά· ἀπὸ Σελήνης, ἣ δηλοῖ τὰ σωματικὰ καὶ περὶ μητρός· ἀπὸ κλήρου τύχης. τούτους δὲ ἐξεταστέον, πῶς ἔχουσι πρὸς ἀλλήλους· ἐάν γὰρ ἀγαθοποιοὶ ὦσι καὶ συμφώνως φανῶσι, καὶ ἀγαθὸν τὸν ἐνιαυτὸν σημαίνουσιν ἐὰν δὲ κακοποιοί, ἐναντίον· ἐὰν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοί, μεμιγμένον καὶ τὲ ἔτος ἀποτελοῦσι. χρηστέον δὲ καὶ τῷ λεγομένῳ κυνικῷ ἐνιαυτῷ.