Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸν δὲ μῆνα λήψῃ οὕτως. ἀπὸ τοῦ παροδικοῦ Ἡλἰου ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ τοῦ κεκληρωμένου τὸν ἐνιαυτὸν ζῳδίου. ἐπιτηρεῖν καὶ τὸ ζῴδιον, ᾧ ἡ σύνοδος γέγονεν, ἐάνπερ ᾖ συνοδικὴ ἡ γένεσις· ὁμοίως δὲ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἔσται καὶ ἡ πανσέληνος, καὶ ἐάνπερ ἦ πανσεληνιακή· γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἄν τύχη ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἡ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἱον ἐἀν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου, ἔκτοτε ἔσται καὶ ἡ ἀρχή τοῦ μηνός.