Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁ κλῆρος τῆς τύχης παραδιδούς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐτυχίαν δηλοῖ καὶ προκοπὴν πράξεις τε καὶ δόξας καὶ πραγμάτων [*](4 συλήσεσι opinor. κύλισις de iactatione navis accmplt Cumont 11 facile μαντείας 14 χρώματος V 18 ἀναστασίας V 25 τοῖς] τοὺς V meliusne διοκονομίας? 26 poesia ὠφέλιμος ἐπκτῶντας V 31 τετάρτων V)

201
κατορθώσεις καὶ προσδοκωμένων συντέλειαν καὶ ἀπὸ νεκρικῶν ὠφελείας. ἀποκεκλικὼς δὲ ἡ ὑπὸ κακοποιῶν μαρτυρούμενος ἥττονας μὲν τὰς πράξεις ἢ τὰς δόξας παρέχει, ἀπαραμόνους δὲ ἢ ὅσα ἂν διαπράξωνται μετὰ ἐναντιωμάτων καὶ κινδύνων ἢ κρίσεων καὶ ἐπηρειῶν.

δαίμων παραδιδοὺς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων καταθυμίους πρθαιρέθεις ἀποτελεῖ κριτικούς τε καὶ εὐκατορθώτους λογισμούς καὶ φίλων συμβουλίας ἐπωφελεῖς συστάσεις τε μειζόνων δωρεάς τε καὶ δόξαν καὶ εἰς τὰς ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴῃσιν πλείστην ἔχοντας. παραπεπτωκώς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος μετεωρισμοὺς καὶ ψυχικάς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας. ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθ᾿ ὅτε καὶ καθʼ αὐτῶν κινδυνῶδές τι μῃχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐκστάσει φρενῶν γίνονται.

Ὁ ἔρως παραδιδούς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις καὶ ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐπροαιρέτους ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γάρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθʼ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς ἐπιμαρτυρήσαντες ἐπόντες τῳ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπʼ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἐσθʼ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκκαστος τῶν ἀστέρων ὁ κεκληρμμένος τὸν τόπον ᾒ ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εῖδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σύν τῳ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνη συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται [*](2 κακοποιῶν: hic deest folium unum in V quod antequam periit de- scripsit S f. 87 sqq. 13 κατορθόσειν S 16 ἐκτάσει S 23 ἀνίαν non intellego, expecto παιδιὰν vel sim.; de dolore exercitationis interpretatur Cu- mont, cf. Senec. Ep. 78, 16 24 fors. ἡγ. 〈τὸν τοιοῦτον βίον〉 26 ἢ] fora. σἳ vel ἢ ; quid voluerit, indicat 1. 35 31 possis μετασκευάσει)

202
καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνειμαρνυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ δ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ. φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τούς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἥ κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς δ τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀνάπαλιν.

Περὶ ἀνάγκης. Ἀνάγκη παραδιδοῦσα ἢ παραλαμβάνουσα χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαιρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίθεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρά προαίρεσιν διαπράξαντες ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικά- ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ ἀνάvπαλιν.

Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων.