Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Κρόνος ἐαυτῳ ἐπιμερίσας σκυλμούς καὶ ἀπραξίας σημαίνει καὶ ἀπὸ μειζόνων ἢ πρεσβυτέρων ἔχθρας καὶ ἀτιμίας πρός τε τὰς ἐπιβολὰς ἐγκοπτικὸς γενήσεται ἢ καὶ ἐάν τι πράξῃ ἀβέβαιον ἔσται. ἐὰν δὲ καὶ ὑπὸ Ἑρμοῦ καὶ Ἄρεως θεωρηθῇ, ἕνεκα γραπτῶν συκοφαντίος ἕξει καὶ κρίσεις καὶ παλαιῶν πραγμάτων ἢ θανατικῶν ἀνασκευὰς ἢ κακουργίας δόλους τε καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχων διατελέσει --- ἠπιώτερος γενήσεται καὶ μετά βραδυτῆτος καί τινων ἀνυστικός. — Κρόνος Ἡλίῳ πατρὸς κίνδυνον ἢ θάνατον, ἐὰν παρῇ ἤδη ἀσθένεια αὐτῷ, καὶ μετέωρον τὸν ἐνιαυτὸν ἀποτελεῖ [*](22 an del. ὡς? 30 ὡς] ὅσα V εἶγον V 31 excidit fere ἐὼν δʼ ἀγαθοποιοὶ μαρτυρὴσαωσιν)

193
ἔχθρας τε καὶ ζημίας ἥ κρίσεις αἰσθητηρίων τε πόνους καὶ παθῶν ὑπομνήσεις καὶ πρὸς φίλους καὶ οἰκείους μικροψυχίας· ἐὰν δʼ ἡμέρας σχηματιζόμενος καλῶς τύχῃ, μετὰ ἐγκοπῶν καὶ ἐξοδιασμῶν ποιήσονται ἢ ἀπὸ θανάτου ὠφεληθήσονται. — Κρόνος Σελήνη μητρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή, θηλυκῶν προσώvπων· ἔχθρας τε καὶ χμωρισμοὺς βλάβας τε καὶ κακουργίας καὶ πραγμάτων ταραχάς καὶ κινήσεις ἐπισφαλεῖς καὶ σωματικὰς ἀσθενείας καὶ χρονικὰ πάθη τῶν τε ἐντὸς ὀχλήσεις καὶ νεύρων αἰσθήσεις ἐκλύσεις τε καὶ σκοτισμούς καὶ πάθη ἀπροσδόκητα. — Κρόνος Ἄρει κάκιστον καὶ ἐπικίνδυνον ἔτος δηλοῖ· ἀσθενείας γὰρ καὶ ἐπιβουλὰς καὶ ὀχλήσεις ἀποτελεῖ καὶ κινδύνους ἰδίων τε θανάτους καὶ ὑπὲρ ἰδίων ταραχάς ἢ κρίσεις ὑπομένοντας φίλων ἀχαριστίας οἰκείων ἀκαταστασίας ἀπολογίας τε καὶ πρὸς μείζονας φόβους καὶ ἔχθρας πατρός τε θάνατον τοῖς ἔχουσιν ἢ πρεσβυτέρων προσώπων ξενιτείας τε ἐπισφαλεῖς ἢ ἀπράκτους. ἐὰν δέ πως κακῶς πέσωσι, καὶ ναυάγια καὶ καθαιρέσεις πάθη τε καὶ σίνη ἀποτελοῦσιν· ἐὰν δὲ χρηματιστικοῖς ζῳδίοις καλῶς σχηματισθῶσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσιν, αἱ πλείους αἰτίαι διασκεδασθήσονται. — Κρόνος Διὶ καλὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ· κληρονομίας γὰρ ἢ καταλείψεις λαμβάνουσι καὶ ἀπὸ πρεσβυτέρων ἢ νεκρικῶν ὠφελοῦνται καὶ θεμελίων ἢ κτημάτων κυριεύρουσιν. οἱ δὲ καὶ ὑγρῶν περικτῶνται ἢ ναυκληροῦσιν ἢ ἀγοραθμοὺς πλοίων ποιοῦνται ἀνοικοδομοῦσί τε ἢ καταφέρουσι παλαιῶν τε πραγμάτων κατορθώσεις ποιούμενοι συγκοσμοῦνται τῳ βίῳ. ἐὰν δέ πως τοῦ Ἄρεως ἢ ὁ τοῦ Ἑρμοῦ συνεπιμαρτιρήσῃ, κρίσεις ἢ ἀντιδικίας ὑπομένοντες ἀκαίρους ἐξοδιασμούς ποιήσονται. — Κρόνος Ἀφροδίτῃ χυρισμοὺς γυναικῶν ἢ ἀπὸ θηλυκῶν ἀδικουμένους· τινὲς δὲ καὶ θανάτους θεωροῦσι ἀστατοῦσί τε περὶ τὰς συμβιώσεις καὶ τὰς ἐπιπλοκάς. οἱ δὲ καὶ ἐπιβουλεύονται ἢ φαρμάκων πεῖραν λαμβάνουσιν καὶ τῶν ἐντὸς ὀχλήσεις ὑπομένουσιν ἀσθενείαις τε καὶ ψυγμοῖς καὶ ῥευμάτων ἐπιφοραῖς περιπίπτουσι καὶ ἐναντιώμασι καὶ κρίσεις καὶ καινοποιίας πράξεων. ἐὰν δὲ γυναικὸς ἡ γένεσις εὑρεθῇ, ἐπωδύνως διάξει, καὶ μάλιστα ἐὰν κατά γαστρὸς [*](3 κενεῶς (et o supra ω ut vid ) V 4 fort. θανατ’ V possis etiam θανατικῶν 8 αἰσθήσεις “ dolores „; ἀναισθησίας Cumont 13 possa ἀντιλογίας 14 οὖσιν V 18 διασχεδασθήσονται V 20 καταλήφεις V 21 κυριεύσωσιν V 23 καταφέρουσι “ destru- unt „ 28 an V 32 aut dativi restituendi aut verbum (velut ὑπομένουσι) addendum Valane.)
194
ἔχη· καὶ τοῖς κατʼ ἄνδρα φίλοις ἀκαταστατήσει. — Κρόνος Ἑρμῇ παλαιῶν πραγμάτων ἢ μυστικῶν ἀμρισβητήσεις ἀργυρικῶν τε ἢ ψηρικῶν δόσεών τε καὶ λήψεων ἔν τε τοῖς διαπρασσομένοις ἐγκοπὰς καὶ ζημίας προδοσίας τε καὶ ἔχθρας· θεωροῦσι δὲ καὶ ιδίων θανάτους καὶ πολυίστορες καὶ περίεργοι γίνονται τούτοις τοῖς χρόνοις ἐγγύαις τε καὶ δάνεσι περιπίπτουσι καὶ διὰ γραπτὰ ἐπιταράσσονται κατὰ τὴν τοῦ θέματος σχηματογραίαν αὐτῶν οἰκείαν ἢ ἀλλοτρίαν· τετράγωνοι γὰρ ἢ ὁιάμετροι κάκιστοι τυγχάνουσι καὶ καθαιρετικοί· ἐπάγουσι γὰρ καὶ διὰ νεκρικάς ἀφορμὰς φόθους καὶ ταραχάς.