Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὴν ἀρχὴν τῆς ἀφέσεως ἐφέσεως τῶν μὲν συνοδικῶν ὁ μετὰ τὴν σύνοδον πρῶτος, εἶθ᾿ ἑξῆς καθὼς διάκεινται· ἐπὶ δὲ τῶν πανσελήνων ὁ μετὰ τὴν πανσέληνον πρῶτος καὶ ὁμοίως· δεῖ δὲ συγκρίνειν τὸν ἀστέρα, ὅπως ἐσχημάτισται καὶ ὑπὸ τίνων μαρτυρεῖται, [*](4 structura turbata; οἰόμενοι Us. 5 θεωρημάτων Us. 5—6 ἐζητημένων κ. ἀποκεκρυμμένων τόπων V, corr. Us. 6 ὅς Us.] ὡς V 9 τέρατα V 10 exciderunt Saturni dies 85 et Iovis tempora, cuius anni minimi sunt XII, quarta pars III 17 quarta periodorum summam efficiunt annorum XXXII mensium III; dierum numerus universus est 365 1/2. Firmicus II, 28 eosdem fere habet dies)

159
τούς τε λοιποὺς τοὺς παραλαμβάνοντας, πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες ἀνατολικοὶ ἢ δυτικοί, τάς τε κατὰ πάροδον ἐπεμβάσεις καὶ τὰς συμπαθείας ἢ ἐναντιότητας. μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη λβ΄ καὶ μῆνας γ΄ πάλιν τὸν δεύτερον κύκλον ἀπὸ τοῦ τεταρτικοῦ ἀφετικοῦ ἀστέρος ποιητέον.

Περὶ δὲ τῆς τῶν ἡμερῶν διαιρέσεως οὕτως ποιεῖσθαι. ἐὰν γὰρ Κρόνος ἀφέτης εὑρεθῇ καθολικός, μερίζει ἔτη ζ΄ ἥμισυ. ἐπεὶ δὲ ἐκ τούτων πάντας τοὺς ἀστέρας δεῖ λαμβάνειν, τὸν ἐπιμερισμὸν οὕτως ποιήσομεν. τὰς πε΄ ἡμέρας τοῦ Κρόνου ἐπὶ τὰς ζ΄ ἥμισυ πολυπλασιάσαντες εὑρήσομεν ἡμέρας χλζ΄ ἥμισυ· ταύτας πρῶτον Κρόνος ἑαυτῷ ἐπιμερίσει ἐκ τῶν ἰδίων ἐτῶν ζ΄ ἥμισυ, εἶθ᾿ ἑξῆς ἔστω εὑρῆσθαι τὸν Δία· ἐπεὶ οὗν ἡμερῶν δεσπόζει λδ΄, ταύτας ἐπὶ τὰ ζ΄ ἥμισυ διὰ τὸ ἀχέτην εἶναι Κρόνον· γίνονται ἡμέραι σνε΄· ταύτας Ζεὺς ἕξει ἐκ τῶν τοῦ Κρόνου. εἶτα ἑξῆς τὸν τῆς Ἀφροδίτης παραλαμβάνειν· ἐπεὶ οὖν κυριεύει ἡμερῶν κβ΄ δύο τρίτων, ταύτας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν· εὑρήσομεν ρο΄· τοσαύτας Ἀφροδίτη ἕξει ἐκ τῶν τοῦ Κρόνου. καὶ ὁμοίως ἑκάστου ἀστέρος ἐὰν τὰς ἡμέρας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν, εὑρήσομεν τὸν ἐπιμερισμόν. ἐὰν δέ πως ἡ Σελήνη κυριεύσῃ τῆς ἀφέσεως, τὰς ἑκάστου ἡμέρας ἐπὶ τὸν ἓξ τέταρτον πολυπλασιάσαντες εὑρήσομεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

Ἑκάστου ἀστέρος ἡμέρας εὑρεῖν.

Αἱ δὲ ἑκάστου ἡμέραι εὑρίσκονται τοιῷδε τρόπῳ. τὴν περίοδον διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσθέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λ΄, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξ΄ καὶ τὸ ἥμισυ τῶν λ΄ γίνονται ιε΄ ταύτας προσέθηκα ταῖς ξ΄ γίνονται οε΄. καὶ πάλιν τὸ τρίτον τῶν λ΄ γίνεται ι΄· ταύτας ὁμοίως προσέθηκα τοῖς οε΄ γίνονται πε΄. ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.

[*](4 τὸν] τὸ V 14 τὸ] τὸν V 15 scil ἔστω quod fort. add. 17 ρο΄] ρθ΄ V at 7 1/2. 22 2/3 ═ 170 26 potius ἐτῶν λ΄)
160

Καὶ ταύτην δὲ δυναστικὴν οὖσαν ὑποτάξω, τὴν ἀρχὴν τῆς ἀφέσεως ποιησάμενος ἀπὸ κλήρου τύχης καὶ δαίμονος, οἳ σημαίνουσιν Ἥλιόν τε καὶ Σελήνην· κοσμικῶς γὰρ ἡ Σελήνη τύχη ὑπάρχουσα καὶ σῶμα καὶ πνεῦμα περίγειος οὖσα καὶ τὴν ἀπόρροιαν εἰς ἡμᾶς πέμπουσα τὸ ὅμοιον ἀποτελεῖ, κυρία οὖσα τοῦ καθʼ ἡμᾶς σώματος. ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων κοσμικῶς ὑπάρχων διὰ τῆς ἰδίας ἐνεργείας καὶ φύσεως ἐρασμίου τὰς τῶν ἀνθρώπων ψυχὰς διεγείρων περὶ τὰς ἐγχειρήσεις αἴτιος πράξεως καὶ κινήσεως καθίσταται. ἐπὰν οὖν σωματικοὺς χρόνους ζητῶμεν, οἷον κλιμακτῆρας ἢ ἀσθενείας ἢ αἱμαγμούς, πτώσεις σίνη πάθη καὶ ὅσα ποτὲ ἀνήκει τῷ σώματι περὶ ῥώσεως τέρψεως ἡδονῆς καλλονῆς ἐπαφροδισίας, ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν ζῳδιακῶς, καὶ οὗ ἂν καταλήξῃ ὁ χρόνος, λογισόμεθα τὸ ζῴδιον καὶ τοὺς ἐπόντας ἀστέρας ἢ μαρτυροῦντας, πῶς συσχηματίζονται πρὸς τὸν καθολικὸν ἢ οἰκοδεσπότην τῶν ἀφετικῶν χρόνων καὶ πότερον ἐπίκεντροι οἱ χρονοκράτορες τῶν κλήρων εἰσὶν ἢ ἔκκεντροι. ἐὰν δὲ περὶ πράξεως ἢ δόξης ζητῶμεν, τότε ἀπὸ τοῦ δαίμονος τὴν ἄφεσιν τῶν χρόνων ποιησόμεθα ζῳδιακῶς καὶ κατὰ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἥ κακοποιοὺς τὴν διάκρισιν εὑρήσομεν. πολλάκις μὲν οὖν τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου παραπεπτωκότος ὁ κλῆρος τοῦ δαίμονος καὶ τὰ σωματικὰ καὶ τὰ πρακτικὰ μερίζει. ὁμοίως καὶ ἡ τύχη ἀμφότερα μεριεῖ τοῦ κλήρου τοῦ δαίμονος ἢ τοῦ κυρίου παραπεπτωκότος, καθάπερ ἐπὶ τῶν ἐπικρατήσεων καὶ οἰκοδεσποτειῶν. ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσι, τὰ μὲν σωματικὰ ἀπὸ τοῦ αὐτοῦ ζῳδίου, τὰ δὲ πρακτικὰ ἀπὸ τοῦ ἐπαναφερομένου ληψόμεθα· ἄλλως τε καὶ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν τῇ αὐτῇ ἀφέσει εὑρεθήσεται, εἴγε εἰς ἓν ζῴδιον ὅ τε κλῆρος καὶ ὁ δαίμων ἐκπίπτει. ἀλλ᾿ ἐπὶ τῶν τοιούτων τοὺς μὲν σωματικοὺς χρόνους ὅταν ζητῶμεν, ἀπὸ τοῦ αὐτοῦ ζῳδίου τὴν ἄφεσιν ποιησόμεθα, τοὺς δὲ πρακτικοὺς ἀπὸ τοῦ ἐπαναφερομένου τῷ κλήρῳ, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἢ ἐν τῷ ὑπογείῳ τὴν σύνοδον ἐσχηκότων, ἵνα ἑκάστου κλήρου τὰ τετράγωνα ὡς κέντρα σχηματίσῃ. κρείσσων μέντοι ἡ συνοδικὴ αἵρεσις τῆς πανσεληνιακῆς· ἡ μὲν γὰρ συνοδικὴ ἐπὶ τοῦ ὡροσκόπου τοὺς [*](16 dele ἢ aut scr. 〈χρονοκράτορα〉 ἢ 17 χρονοκράτορες] χρόνοι κατὰ V 29 fors. χρησόμεθα 33 ἐν] ἐκ V (nolui εἰς τὸ ὑπόγειον) 35 nempe χρηματίσῃ)

161
κλήρους ἔχει, ἡ δὲ πανσεληνιακὴ ἐπὶ τῆς δύσεως. συμβαίνει δὲ καὶ κατὰ τετράγωνον τῶν φώτων ὄντων τοὺς κλήρους ἑαυτοῖς ἐναντιοῦσθαι· καὶ ἐπὶ τούτου τοῦ εἴδους τοὺς πρακτικούς τινες χρόνους ἐκ τῶν ἀναφερομένων ζῳδίων μερίζουσιν. ἐμοὶ δὲ οὐ δοκεῖ· ἕτερος γὰρ τοῦ κλήρου τῆς τύχης εὑρίσκεται καὶ ἕτερος τοῦ δαίμονος, ἐπὶ δὲ τῶν συνοδικῶν καὶ πανσεληνιακῶν γενέσεων ὁ αὐτός ἄλλως τε ἐπὶ ἀρρενικῶν γενέσεων αἱ πλείους ἀφέσεις ἀπὸ τοῦ δαίμονος εὑρίσκονται, διότι τὰς πράξεις διὰ λόγου καὶ δόσεως καὶ λήψεως καὶ πίστεων μεταχειρίζονται· ἐπὶ δὲ τῶν θηλυκῶν ἀπὸ τοῦ κλήρου τῆς τύχης διὰ τὴν περὶ τὸ σῶμα ἀσχολίαν. συμβαίνει δὲ καὶ τοὺς ἄνδρας σωματικὰς πράξεις τὰς διὰ χειρῶν ἐπάγειν ἢ ἀθλήσεως καὶ σωματικῆς κινήσεως καὶ τὰς γυναῖκας διὰ ἀγορασμῶν καὶ πράσεων. ὁμοίως καὶ ἐπὶ τῶν νηπίων γενέσεων ἀπὸ τοῦ κλήρου τῆς τύχης τὴν ἄφεσιν τῶν χρόνων δέον ποιεῖσθαι, ἕως ἐπὶ τὸν ἔλεγχον τὸν τῆς ἀκμῆς ἢ τῆς πράξεως παραγένωνται. γεννηθεῖσι μὲν γὰρ αὐτοῖς συνέπεται καὶ τὰ σωματικὰ εὐημερήματα, οἷον εὐμορφία ἐπαφροδισία μέγεθος ἀστειότης εὐρυθμία, ἢ καὶ ἃ εἴωθε ἄλλως συμβαίνειν, σίνη πάθη ἐκζέματα ἐκβιάσματα ἐξανθήματα συγγενήματα σημεῖά τινα χαλάσματα· τὰ δὲ πρακτικὰ καὶ διανοητικὰ ἐξ ὑστέρου γίνεται.

Ἔστω ἐπὶ ὑποδείγματος τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος πεπτωκέναι Κριῷ· καὶ ὁ μὲν καθόλου οἰκοδεσπότης Ἄρης, οἱ δὲ παραλαβόντες ὑπʼ αὐτοῦ συγκρινέσθωσαν, οἰκείως ἢ ἀλλοτρίως συσχηματίζονται. μερίζει οὖν αὐτὸς πρῶτος ἔτη ιε΄ ἐξ ὧν ἐαυτῷ ἐπιμερίζει μῆνας ιε΄, εἶτα Ἀφροδίτῃ διὰ τὸν Ταῦρον μῆνας η΄, ἑξῆς Ἑρμῇ διὰ τοὺς Δσιδύμους μῆνας κ΄, εἶτα Σελήνη διὰ τὸν Καρκίνον μῆνας κε΄, εἶτα Ἡλίῳ διὰ τὸν Λέοντα μῆνας ιθ΄, εἶθ᾿ ἑξῆς Ἑρμῇ μῆνας κ΄, εἶτα Ἀφροδίτῃ μῆνας η΄, εἶτα Ἄρης ἑαυτῷ διὰ τὸν Σκορπίον μῆνας ιε΄, εἶτα Διὶ μῆνας ιβ΄ διὰ τὸν Τοξότην, εἶτα Κρόνῳ διὰ τὸν Αἰγόκερων ἔτη β΄ μῆνας γ΄, εἶτα τοὺς λοιποὺς ια΄ εἰς συμπλήρωσιν τῶν ιε΄ ἐτῶν ἐν τῷ Ὑδροχόῳ. μετὰ τὸν Ἄρη παραλήψεται Ἀφροδίτη τοὺς καθολικοὺς χρόνους ἐπὶ ἔτη η΄ καὶ ὁμοίως ἐπιμερίσει ἐξ αὐτῶν ἑκάστῳ ζῳδίῳ καθὼς πρόκειτει. εἶτα μετὰ [*](10 ἀσχόλειαν Va 12 ἐπάγειν] an ἔχειν? κρίσεως Va ante κινήσεως 15 τὸν alterum] τὸ V 18 fors. ἐκβράσματα 19 συγγενήματα fors. vitia nascentibus ingenita; possis συγγενῆ νοσήματα 23 nempe ἐπʼ αὐτοῦ non opus 〈εἰ〉 οἰκείως 25 quod Arietem excipit Taurus, cuius domina est Venus 29 ιβ΄] ιε΄ V 30 Saturnus dat XXX menses, quos si textui obtrudimus, aut ratio non constat aut η΄ pro ια΄ reponendum est τοὺς λοιποὺς sc. eidem Saturno)

162
τὸν τῆς Ἀφροδίτης παραλήψεται Ἑρμῆς διὰ τοὺς Διδύμους ἔτη κ΄ καὶ ἐπιμερίσει ἑκάστῳ ζῳδίῳ· εἶτα Σελήνη ἐπὶ ἔτη κε΄, μεθʼ ἣν ὁ Ἥλιος ἐπὶ ἔτη τθ΄· καὶ ἐφʼ ὅσον ἡ γένεσις χωρεῖ, ἐφεξῆς χρὴ διδόναι. ἐπεὶ οὖν ὁ κύκλος τῶν ιβ΄ ζῳδίων συνάγει ἔτη ιζ΄ μῆνας ζ΄, τὸν λοιπὸν χρόνον ἐκ τοῦ διαμέτρου μεριοῦμεν. οἷον ἐπεὶ οἱ Δίδυμοι μερίζουσιν ἔτη κ΄, τῆς ἀφέσεως γενομένης ἐφεξῆς καὶ συμπληρουμένων καὶ μηνῶν ζ΄ ἐτῶν ιζ΄, τὰ λοιπὰ ἔτη β΄ καὶ μῆνας ε΄ ἀπὸ Τοξότου μεριοῦμεν, αὐτῷ τῷ Τοξότῃ διδόντες ἐνιαυτόν, εἶτα τῷ Αἰγόκερῳ τὸν περίλοιπον χρόνον εἰς συμπλήρωσιν τῶν κ΄ ἐτῶν. ὁμοίως καὶ ἀπὸ τοῦ Καρκίνου ἢ Λέοντος ἢ Παρθένου ἢ Αἰγόκερω ἢ καὶ Ὑδροχόου τὴν ἄφεσιν ἐὰν εὕρωμεν, μετὰ ιζ΄ ἔτη καὶ μῆνας ζ΄ χωρὶς ἐπαγομένων ἐκ τῶν διαμέτρων ἀρξάμενοι τοὺς λοιποὺς χρόνους μεριοῦμεν ἐφεξῆς.

Τινὲς μὲν οὖν τοὺς λοιποὺς χρόνους μερίζουσιν ἐκ τῶν τριγώνων, ἐμοὶ δʼ οὐ δοκεῖ φύσιν ἔχειν· ἀλλὰ καθάπερ ἐπὶ τοῦ κοσμικοῦ τὰ τέτταρα στοιχεῖα τὴν πρὸς ἄλληλα συμπάθειαν κέκτηται καὶ ἕκαστον ἀπὸ ἑτέρου ζωογονεῖται καὶ θάλπεται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς διαιρέσεως κατὰ τὴν ἁρμονίαν τῶν ζῳδίων τὰς παραδόσεις ποιεῖσθαι. οἷον ἐπεὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἀνωφερῆ ὑπάρχοντα ἀλλήλοις τὴν ἐπιμιξίαν ποιοῦνται καὶ κατάξηρον ὑπάρχον τὸ πῦρ ὑπὸ τῆς τῶν ἀέρων εὐκρασίας τρέφεται καὶ αὐτὸ δὴ τὸ πῦρ οὐκ ἐᾷ τὸν ἀέρα εἰς κρυμώδη καὶ ζοφώδη φύσιν χυωρῆσαι ἀλλὰ ἔκθερμον εὐκρασίαν ἀπεργάζεται, εὐλόγως ἄρα καὶ ὁ Λέων πυρώδης ὑπάρχων μετὰ τὸν κύκλον παραδώσει τὸν ἐπίλοιπον χρόνον τῷ τὴν συμπάθειαν ἔχοντι Ὑδροχόῳ, ὅ ἐστιν ἀήρ, καὶ πάλιν Ὑδροχόος τῷ Λέοντι. ὁμοίως δὲ καὶ ἡ γῆ κατάξηρος οὖσα καὶ ὑπὸ τῆς ὑγρᾶς οὐσίας τρεφομένη ζῳογονεῖ τὰ πάντα, καὶ αὐτὸ δὲ τὸ ὕδωρ διαβασταζόμενον ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς γεννώμενον τὴν συμπάθειαν φυλάσσει· εὐλόγως ἄρα καὶ ὁ Καρκίνος κάθυγρος ὑπάρχων καὶ ὁ Αἰγόκερως γεώδης ἀλλήλοις τὴν ἀντιπαράδοσιν ποιήσονται καὶ ἡ Παρθένος γεώδης ὑπάρχουσα τοῖς Ἰχθύσι· καὶ τὰ λοιπὰ ζῴδια τὴν αὐτὴν δύναμιν ἐφέξει πρὸς τὰ διάμετρα. Οὕτως καὶ ἡ ἀκολουθία τῆς διαιρέσεως ζῳδιακῶς ἐστοιχειογράφηται. οἷον ὁ Κριὸς πυρώδης, ὁ Ταῦρος γεώδης, οἱ [*](1 τοὺς] τὰς V 4 menses quos tribuunt singula signa (stellarum dominium tenentium ratione habita) sunt 214 ═ 17 anni 10 menses ἐπὶ V 8 μήνας] μῆνες V 11 μετὰ τὰ H 16 nolui κοσμ. 〈συστήματος〉 aut κόσμου τέταρτα V 19 ἐπὶ V 22 δὴ] an δὲ? 23 ἐκ θερμῶν Va 25 fors. ὅς 26 ἀερώδης enim Aquarius: Maxim. p. 106, 1 L. 32 ἰχθύοις V 34 post πυρώδης ἐὰν οὖν ἐντὸς Va del. Vb)

163
Δίδυμοι ἀερώδεις, ὁ Καρκίνος ὑδατώδης, καὶ τὰ τούτων τρίγωνα ὁμοίως. ἐὰν οὖν ἐν τοῖς τριγώνοις τοὺς συνδέσμους λύωμεν, εὑρήσομεν μίαν φύσιν τοῦ τε παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος ζῳδίου καὶ οὐδεμία τις σύγκρασις εὑρεθήσεται, ἀλλὰ πλεονεκτούμενα ὐπʼ αὐτῶν τὰ στοιχεῖα. ἄλλως τε τὸν Ἥλιον εὑρίσκομεν ἀπὸ Κριοῦ τὴν ἀρχὴν ποιούμενον τῆς τροπῆς καὶ τῆς ἰσημερίας καὶ κατὰ τὸ ἡμικύκλιον τὸ μέγεθες τῆς ἡμέρας ἐπαύξοντα, ἐν δὲ τῷ διαμέτρῳ Ζυγῷ τὸν σύνδεσμον λύοντα καὶ εἰς τὸ μειωτικὸν χωροῦντα. ἐπεὶ δὲ καὶ Καρκίνος αὐξητικὸν σχῆμα ἡμέρας ἐπέχει, τοῦτο ἐν Αἰγόκερῳ γενόμενος τῇ νυκτὶ παρέχει ἐν τῷ διαμέτρῳ τὴν μεταβολὴν ποιούμενος. ὁμοίως καὶ ἡ Σελήνη τὴν σύνοδον ποιησαμένη καὶ πληρώσασα τὸν κύκλον ἐν τῷ διαμέτρῳ τὸν σύνδεσμον λύει. διὸ μᾶλλον ἔδοξε τῇ προκειμένη ἀγωνῇ χρήσασθαι εἰς τὴν τῶν συνδέσμων λύσιν.

Αἱ δὲ τῶν συνδέσμων λύσεις ἐν διαφόροις γενήσονται διὰ τὰς τῶν ἀστέρων φύσεις. Ἥλιος μὲν οὖν καὶ Σελήνη Κρόνῳ παραδιδόντες ἐναντιωμάτων καὶ φόβων εἰσὶ δηλωτικοί, ἐπάγοντες ἔχθρας μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ναυάγια αἰφνιδίους τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις ἀμαυρώσουσιν. Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαραδιδοὺς τὸν χρόνον μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ γενήσεται. ἐὰν δὲ οἱ τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ τὸν κύκλον ἡ τοῦ συνδέσμου λύσις ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω καὶ Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν [*](2 ἐν τοῖς] ἐντὸς V 3 τοῦ τε] τοῦτο V 5 nempe ὑφ᾿ αὑτῶν 6 τροπῆς Vb] ἀρχῆς Va 7 ἰσημερίας nota scriptum (ας certum); haec si sana sunt, mire locutus est Valens 9 potius Καρκίνῳ i. e. Sol in Cancro positus 10 τῇ νυκτὶ] τὴν (Ἀφροδίτην) V 31 ἀποτελοῦσι V)

164
τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς ἐνεργέστερος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.