Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὡροσκόπος ἐὰν κακοποιῷ παραδιδοῖ, κάκιστον τὸν χρόνον ἀποτελεῖ, μάλιστα Κρόνῳ νυκτός, ἡμέρας δὲ Ἄρει· κινδύνους γὰρ σωματικούς καὶ βιωτικὰς ἀνωμαλίας ἐπάγει φόβους τε καὶ αἰτίας ἐπιταράχους πτώσεις τε ἢ σίνη. — Ὡροσκόπος Διὶ λαμπρῶν καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισἡμους· οἱ δὲ ἀπὸ μειζόνων φελοῦνται καὶ προάγονται, τινὲς δᾶ καὶ κινδύνων ἡ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἰ δὲ καὶ ἐλευθερίας πειρῶνται. — Ὡροσκόπος Ἀφροδίτη ἀγαθὸν ναὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν ἐπιπλοκὰς ἀγοραθμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν.— Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τό ἔτος δηλοῖ· τοῖς δὲ δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. — Ὡροσκόπος Σελήνη ἀμετάβολον καὶ πρακτικὸν ἀπό τε θηλυκῶν ὠρελείας καὶ συστάσεις καινισμούς πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγαθοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. — Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δʼ ὑπὸ κακοποιῶν βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον.

Ὁμοίως δὲ καὶ οἱ ἀστέρες τῳ ὡροσκόπῳ παραδιδόντες τὰ αὐτὰ ἀποτελοῦσι· κατὰ δὲ τὴν ἑκάστου οἰκείαν τοποθεσίαν ἢ ὡς ἐναλλὰξ καὶ ἀποτέλεσμα κριθήσεται εἴτε ἀγαθοποιὸν ἢ φσῦλον.