Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως τε τὰς πράξεις ἑκάστης γενέσεως δεῖ ἐξετάζειν, πότερον ἀπὸ Ἑρμοῦ ἡ Ἄρεος ἤ Ἀφροδίτης ἢ Κρόνου τὴν ἐνέργειαν ἔχει ἢ ἀπὸ Ἡλἰου καὶ Σελήνης καὶ Διός, ἴνα ἔνδοξος ἡ ὑπόστασις εὑρεθῇ. οὕτως γὰρ ταῖς παραδόσεσιν ἕκαστος τῶν ἀστέρων καλῶς σχηματισθεὶς ἢ κατὰ τὴν ἐπέμβασιν ἐπελθών, περὶ τὴν τῆς πράξεως ἀσχολίαν ὠφέλιμος καὶ δοξαστικὸς γενήσεται ὁ ἐνιαυτός. οῖον ἐὰν ἔλθῃ Κρόνος ἐπὶ Ἡλἰου ἤ Σελήνης τόπους, περὶ ἃ δηλοῦσιν ἐκ τῆς ἰδίας φύσεως ὁ Ἥλιος ἤ ἡ Σελήνη ἤ οἱ τόποι. περὶ ἐκεῖνα καταβλάψει· ὁμοίως δὲ κὰν ἐπʼ αὐτοῦ ὁ ἐνιαυτὸς [*](2 verba subobscura 12 ἥι] V 28 possis ἐναλλάσσονται γινόμενοι ἀγ. 32 nominativum absolutum toleravi)

186
ἢ πρὸς αὑτὸν ἐκπέσῃ, ἤτοι ὅπου ἔκειτο κατὰ γένεσιν ἢ ὅπου κατὰ τὴν ἐπέμβασιν, περὶ ἐκεῖνα ἐροῦμεν τὰ ἀποτελέσματα. καὶ οἱ λοιποὶ δὲ τῶν ἀστέρων καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ σχολαστικῷ τόπῳ γενόμενοι καὶ χρονοκρατοῦντες ἐνεργέστεροι καθίστανται, ἐναντιούμενοι δὲ ἐπιτάραχοι. ἐπὶ πάσης δὲ γενέσεως ὁ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐνιαυτὸς ἐάν τι μηνύῃ, ἀπαράλλακτον καὶ ἤτοι ἀγαθὸν ἤ φαῦλον. οἶον ἐὰν πρὸς Ἀφροδίτην ἢ Δία ἐκπέσῃ ἢ εἰς χρηματιστικούς τόπους, ἀγαθόν· εἰ δὲ πρὸς Κρόνον ἢ Ἄρεα ἢ κεκακωμένους τόπους, φαῦλον· ἐὰν δὲ πρὸς ἀμφοτέρους ᾐ παράδοσις γένηται, ἃ δηλοῦσιν οἱ ἀστέρες ἢ οἱ τόποι, τῷ ἔτει γενήσονται· ἐὰν δὲ αἰ τρεῖς ψῆφοι ἀνόμοια δηλοῦσι, ποικίλον ἔτος καὶ ἀνώμαλον γενήσεται. βέλτιον μὲν οὖν καὶ τοῖς ἀγαθοποιοῖς τοὺς κακοποιούς παραδιδόναι ἢ τοῖς κακοποιοῖς τοὺς ἀγαθοποιούς· ἐὰν δὲ ἀστὴρ ἀστέρι παραδιδῷ ὄντι ἐνὶ ζῳδίῳ τουτέστιν οἰκοδέκτωρ γενόμενος τοῖς χρηματιστικοῖς τόποις, πρακτικὸν τὸν χρόνον ἀποτελεῖ.