Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀπὸ δὲ ὑψώματος εἰς ὕψωμα παράδοσις γινομένη ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων δοξαστικὴ καὶ ἐπωφελής, καὶ μάλιστα ἐὰν ἰδίῳ τόπῳ ὦσιν οἱ κύριοι. ὁμοίως δὲ καὶ ἀπὸ ἰδίων σἴκων εἰς ὑψώματα παραδιδόντες ἢ καὶ ἀπὸ ὑψωμάτων εἰς οἴους τῶν κυρίων ἐπόντων ἐνεργέστερα τὰ ἀποτελέσματα καὶ ἐπίδοξα δηλοῦσιν· ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἤ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἥ ὑψωμάτων ἥ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν, μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων, θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχειρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ηλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων ἐναντιουμένων καὶ ἀνοικείως ἐθχηματισμένων, Ερμοῦ δὲ παρεμ- [*](2 ποήσονται V 6 ἐπὶ ξένος Va 9 quod in mundi genitura horo- seopus in Cancro eat 16 παρέξονται V 22 possis ἐὰν (ἐν〉 aut (quod melius) ἰδιοτοπῶσιν 29 ἐγγίων V)

182
πλεκομένου κατηγορίας καὶ ἐναντιώματα καὶ μεγάλους κινδύνους καὶ ἐπιβουλὰς καὶ θορύβους καὶ καθαιρέσεις ἐπάγουσιν. ἐὰν δέ πως ἐπʼ ἀλλοτρίων ὑψωμάτων ἢ ἰδίων ἀνοικείως παράδοσιν παράληψιν ποιήσωνται, ἀπὸ ὕψους ἢ τετραπόδων καταρριπτοῦσι τραύμασί τε καὶ αἰμαγμοῖς ἢ ἐπικινδύνοις νόσοις περιτρέπουσιν ἐμπρησμοῖς τε ἥ ναυαγίοις περιτρέπουσι· τῆς δὲ γενέσεως βοηθουμένης καὶ ὑπόστασιν χρόνων ἐχούσης τῷ βίῳ καθαιροῦσιν τῇ δόξῃ. παρατηρητέον οὖν, εἰ οἱ τῆς αἱρέσεως ἡμερινῆς ἢ νυκτερινῆς ὄντες τοῖς λοιποῖς σχηματίζονται· ἐνεργέστεροι γάρ πρὸς ἀγαθὸν καὶ αὐτοὶ ὑπάρχουσι τῶν λοιπῶν ἀστέρων καὶ κατὰ τὰς οἰκείας παραδόσεις ἤ ἐπεμβάσεις μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται· εἰ δὲ ἄλλως, κωλυτικοὶ καὶ ἐγκοπτικοὶ δόξης καὶ ὠφελείας. κατὰ τοῦτο δὲ κακοποιοὶ ὠνομάσθησαν, ἐπεὶ ζωῆς παραιρέται εἰσί, πρὸς δὲ τὰ λοιπὰ εὐεργετικοί· ἐπεὶ καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης ταῖς παραδόσεσιν ἤ ἐπεμβάσεσι δυτικοὶ καταλαμβανόμενοι ἢ ἀνοικείως ἤ παραπεπτωκότες ἐπιτάραχον τὸν χρόνον καὶ δύσπρακτον καὶ ὑπερθετικὸν ἀποτελοῦσι καὶ τῶν προσδοκωμένων ἐλπίδων ἤ ὠφελειῶν παραιρέται γίνονται, πρὸς ἐπὶ τούτοις δὲ καὶ ζημίας ἐπάγουσι καὶ ψυχικάς βασάνους καὶ τοῖς διαπρασσομένοις κακίσεις.