Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυλογεῖν ἢ διαπλέκειν τὴν αἵρεσιν, ἀλλὰ διʼ ἀσφάλειαν ταῦτα αὐτὰ ποιεῖν, ἵνα ἄπταιστος ἡ διαίρεσις γένηται εἴς τε τὰς λαμπρὰς καὶ τὰς μετρίας γενέσεις. ἄλλως τε ἐπὰν ζητῶμεν περὶ ζωῆς ἢ σωματικῶν πράξεων ἢ ψυχικῶν, ἀπὸ τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπʼ αὐτοῦ τὴν ἄφεσιν τῶν [*](3 anno utitur Alexandrino ab Augusto ordinato, ut solet 7 ἐλαχίστας per comp. V 9 διχότομος 〈α΄〉 H 16 οὗτος Vb 17 καθολικῶς Va 18 nempe τροπῶν 20 fort. del. καὶ 28 ἔχουσι Va 32 fors. del. αὐτὼ)

176
ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρικῶν, ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παῤ ἐκείνου τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς.

Ἵνα δὲ ἀκριβὴς καὶ ἐνεργεστέρα ἡ παράδοσις ἡμῶν ὀφθῇ, παραγγελίας τινὰς καὶ νόμους ἐκθησόμεθα, οὓς φυλάσσοντες εὐκατάληπτον τὴν αἵρεσιν ἕξομεν. πρότερον μὲν οὖν χρὴ σκοπεῖν, εἰ ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ἡ παράδοσις γένηται ἢ ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρχματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτʼ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπʼ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά ἐστιν ὡροσκόπος ἢ μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπὰ. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθʼ ὃ τριγωνικὸν σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται ἐὰν δέ πως ἐπὶ γενέσεως μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἐνὶ ζῳδίῳ τετευχότων, [*](6 fors. κτισμάτων 22 nempe ἐναργ. 26 nempe in Sortem Fortunae 27 εἴτ᾿ οὖν (respondet εἰ praecedenti)] εἰ δʼ οὖν V 32 παρὰ] περὶ V 33 κακωποιοὺς V)

177
παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὅ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἐνὶ ζῳδίῳ εὑρεθῶσιν γ΄ ἢ δ΄ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δʼ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐὰν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον. ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφʼ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθήσεται. ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον --- Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὡφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενήσονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται.