Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καθάπερ δὲ ἑκάστης περιόδου τὸ ιβ΄ τῶν ἐτῶν λαβόντες ἐπιγνωσόμεθα, πόσας ἕκαστος ἡμέρας μερίζει. οἷον ἐπεὶ ὁ Κριὸς μερίζει ἔτη ιε΄, τούτων τὸ ιβ΄ εἰσὶ μῆνες ιε΄· ὁμοίως τούτων τὸ ιβ΄ ἡμέραι λζ΄ ἥμισυ· καὶ πάλιν τούτων τὸ ιβ΄ ἡμέραι γ΄ ὧραι γ΄. ταῦτα μερίζειν κατὰ τὸν ἐπιβάλλοντα χρόνον. καὶ τῶν ἄλλων ἀστέρων ὁ ἐπιμερισμὸς οὕτως εὑρεθήσεται, οἷον ἐάν τις τῇ διαιρέσει προσέχῃ καὶ πρὸς καθολικοὺς χρόνους καὶ ἐνιαυσιαίους καὶ μηνιαίους καὶ πρὸς ἡμέρας καὶ ὥρας εὕρῃ. λεπτομερέστερον οὖν ὑποτάξομεν τὰ ἐπιβάλλοντα ἑκάστῳ ἀστέρι πρὸς τὸ μὴ πλέκεσθαι [*](2 ἔλαθον V Venus ut Librae, Mars ut Scorpii domiuus 12 γεγονῆσθαι V 13 μεσορὶ hic et infra V 14 pleni sunt anni XXXI et XXXII. cum XXXIII non iam sit plenus 17 τπς΄ V 24 an καθάπαξ? 30 προσέχει V 31 verba non sana)

170
τοὺς ἐντυγχάνοντας. οἷον Ἥλιος ἔτη ιθ΄ μῆνας ιθ΄ ἡμέρας μζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας κγ΄ Σελήνη ἔτη κε΄ μῆνας κε΄ ἡμέρας ξβ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ε΄. Κρόνος ἔτη λ΄ μῆνας λ΄ ἡμέρας οέ ἡμέρας ς΄ ὥρας ς΄. Αἰγόκερως ἔτη κζ΄ μῆνας κζ΄ ἡμέρας ξζ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ιε΄. Ζεὺς ἔτη ιβ΄ μῆνας ιβ΄ ἡμέρας λ΄ ἡμέρας β΄ ὥρας ιβ΄. Ἄρης ἔτη ιε΄ μῆνας ιε΄ ἡμέρας λζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας γ΄. Ἀφροδίτη ἔτη η΄ μῆνας η΄ ἡμέρας κ΄ ἡμέραν α΄ ὥρας ις΄. Ἑρμῆς ἔτη κ΄ μῆνας κ΄ ἡμέρας ν΄ ἡμέρας δ΄ ὥρας δ΄. Ἐπὰν οὖν εὕρωμεν γένεσιν ἐτῶν ν΄ ἢ ξ΄, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα ἀπὸ κλήρου τύχης ἢ δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ τὴν περίοδον τῶν ἐτῶν ἐφ᾿ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.