Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καθηκόντως οὖν καὶ διδασκαλικῶς οἷμαι τὴν τῶν προκειμένων ἐπίλυσιν ποιήσασθαι θοινημάτων --- τὸν παρὰ πολλοῖς ἐζητημένον καὶ ἀποκεκρυμμένον τόπον δηλώσομεν, ὅς ἐστι περὶ διαιρέσεως χρόνων ἐμπράκτων καὶ ἀπράκτων. ὅσαι μὲν οὖν διαιρέσεις διὰ πείρας εἰσὶ δεδοκιμασμέναι, ταύτας δεῖ νῦν ὑποτάξαι. ἐστι δὲ πρώτη περίοδος πρὸς τὰ τέταρτα τῶν ἐλαχίστων περιόδων· οἷον Κρόνου τῶν ἐτῶν λ΄ τὸ τέταρτον ζ΄ ἥμισυ . . . ἐπιβάλλουσι δὲ αὐτῷ κατʼ ἔτος ἡμέραι λδ΄. Ἄρεως ἐτῶν ιε΄ τὸ τέταρτον γ΄ μῆνες θ΄, κατὰ δὲ τὸ ἔτος ἡμέραι μβ΄ ἥμισυ. Ἀφροδίτης ἐτῶν η΄ τὸ τέταρτον β΄ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι κβ΄ δύο τρίτα. Ἑρμοῦ ἐτῶν κ΄ τὸ δὲ τέταρτον ε΄ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι νς΄ δύο τρίτα. Ἡλίου ἐτῶν ιθ΄ τὸ τέταρτον ἔτη δ΄ μῆνες θ΄, ἡμέραι δὲ νγ΄ ἥμισυ τρίτον. Σελήνης ἐτῶν κε΄ τὸ τέταρτον ς΄ ἔτη μῆνες γ΄, ἐνιαύσιαι δὲ ἡμέραι ο΄ ἥμισυ τρίτον. γίνονται ὁμοῦ ε΄ ἔτη λβ΄ μῆνες τρεῖς.