Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐμοὶ δʼ οὐκ ἔδοξεν ὥς τινες κατὰ τὴν ἑπτάζωνον τὰ ὅρια ὑπέθεντο, οἷον η΄ ζ΄ Ϛ΄ ε΄ δ΄ (καὶ οὐδʼ οὕτως συμφωνεῖ), ἀλλὰ ἀπὸ τῶν οἴικων καὶ τῶν ὑψωμάτων καὶ τῶν τριγώνων. οἷον Ἡλίου οἶκος Λέων, ὕψωμα Κριός, τρίγωνον Τοξότης· γίνονται γ΄· καθʼ ἕκαστον οὖν ζῴδιον γ΄ ὅρια ἔχει ὁ Ἥλιος. Σελήνης οἶκος Καρκίνος, ὕψωμα Ταῦρος, τρίγωνον Παρθένος Αἰγόκερως· γίνονται δ΄· ὁμοίως οὖν ἔχει καθʼ ἕκαστον ζῴδιον ὅρια ἡ Σελήνη δ΄. Κρόνου οἶκος Αἰγόκερως Ὑδροχόος, ὕψωμα Ζυγός, τρίγωνον Δίδυμοι· γίνονται δ΄· ὁμοίως καθʼ ἕκαστον ζῴδιον δ΄ ὅρια Κρόνου. Διὸς οἶκοι Τοξότης Ἰχθύες, ὕψωμα Καρκίνος· τρίγωνον Κριὸς Λέων· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἄρεως οἶκος Κριὸς Σκορπίος, ὕψωμα Αἰγόκερως, τρίγωνον Ἰχθύες Καρκίνος· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἀφροδίτης οἶκος Ταῦρος Ζυγός, ὕψωμα Ἰχθύες, τρίγωνον Παρθένος Αἰγόκερως· καθ᾿ ἕκαστον οὖν ζῴδιον ἔχει ὅρια ε΄. Ἑρμοῦ οἶκος Δίδυμοι, ὕψωμα Παρθένος, τρίγωνον Ὑδροχόος Ζυγός· γίνεται δ΄ ὁμοίως ἔσται ὅρια κατὰ ζῴδιον δ΄. οὖν Κριῷ Λέοντι Τοξότῃ ἡμέρας πρῶτος λήψεται Ἥλιος γ΄, εἶτα δεύτερος Ζεὺς ε΄, εἶτα Ἀφροδίτη ε΄ καὶ Σελήνη δ·, ὁμοίως Κρόνος δ΄ Ἑρμῆς δ΄ καὶ ἑξῆς Ἄρης ε΄ γίνονται ὁμοῦ λ΄. νυκτὸς δὲ ἀνάπαλιν Ζεὺς ε΄, Ἥλιος γ΄, Σελήνη δ΄, Ἀχροδίτη ε΄, Ἑρμῆς δ΄, Κρόνος δ΄, Ἄρης ε΄· γίνονται ὁμοῦ λ΄. ὁμοίως Ταύρῳ Παρθένῳ [*](1 sc. in Leone 2 Martis signum loco Veneris V 6 nempe τοὺς ἐπὶ τῶν ἐχθρῶν τόπων ὄντας 10 sq. structura turbata 24 Αρεως—26 ὅρια ε΄ in marg. Vb 30 de hac distributione cf. B. L. 214)

145
Αἰγόκερῳ ἡμέρας. Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεύς, νυκτὸς δὲ Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος. ἑξῆς Διδύμοις Ζυγῷ Ὑδροχόῳ ἡμέρας Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη, νυκτὸς δὲ Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη. ὁμοίως Καρκίνῳ Σκορπίῳ Ἰχθύσιν ἡμέρας Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς, νυκτὸς δὲ Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος.

Ἵνα οὖν ἴδῃς, ὅτι ἀληθῶς ἐστι ταῦτα τὰ ὅρια, καὶ ἀπὸ τῆς τῶν ἀστέρων φύσεως γνώσῃ. ἐὰν ὁ Ἥλιος τὰ αὐτοῦ ὅρια παροδεύων τύχῃ τῆς Σελήνης ἐπιμαρτυρούσης αὐτῷ ἢ τοῦ δεσπότου τῶν ὁρίων ἐκείνου, φυσικὸν τοῦ ἀστέρος πνεύσει· οἷον ἐὰν ὁ Ἥλιος τὰ ἴδια ὅρια διοδεύῃ τῆς Σελήνης μαρτυρούσης, ἀπηλιώτης πνεύσει· ἐὰν δὲ Ἀφροδίτη, νότος καὶ ἀδροσία ἔσται· ἐὰν δε Κρόνος, λὶψ ὑγρότητος αἰτία· ἐὰν δὲ Ζεύς, βορέας καὶ δρόσος γίνεται· ἐὰν δὲ Σελήνη, βορραπηλιώτης· ἐὰν δὲ Ἀφροδίτη, νοταπηλιώτης, ἀστασία ἀνέμων γίνεται καὶ γνόφος· ἐὰν δὲ Ἑρμῆς, λὶψ καὶ βορέας καὶ στάσις καὶ ἐπομβρία, βροντῶν καὶ ἀστραπῶν αἴτιος γίνεται. ἐὰν δέ τινες τῶν ἀστέρων μαρτυρῶσιν Ἡλίῳ καὶ Σελήνη, πρὸς τὴν ἑκάστου φύσιν πάντοτε δεῖ παρατηρεῖν, ἀφ᾿ ἧς φάσεως φέρεται ἡ Σελήνη, ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου, καὶ εἰς τίνος ὅριον ἐστὶν ἡ φάσις, καὶ πρὸς τὸν κύριον τῶν ὁρίων καὶ τῶν συνόντων ἀστέρων ἢ μαρτυρούντων ἀποφαίνου.

Εστι δὲ καὶ ἕτερος τρόπος ἀρίθμιος ἁρμόζων εἰς τὸν περὶ ζωῆς χρόνον καὶ εἰς τοὺς περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνους, ὃν καὶ ὁ βασιλεὺς Πετόσιρις ἐδήλωσε μυστικῶς. ὅθεν ἐπὰν τὴν ἐπικράτησιν ἢ τὴν οἰκοδεσποτείαν εὕρωμεν οἰκείως, πρὸς μερίσαι χρησόμεθα τῇ προκειμένη ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑποκειμένῃ.

Σκοπεῖν δεήσει, πότερον συνοδική ἐστιν ἡ γένεσις ἢ πανσεληνιακή, καὶ ἐὰν μὲν συνοδικὴ εὑρεθῇ, ἀριθμεῖν τὰς μοίρας ἀπὸ [*](9 γνώσης V 11 nempe ἐκείνης 13 etiam Ἀφροδίτης legi potest itemque in seqq. νότον V 18 τῶν iterat V 22 spatium complurium linearum vacuum in V, tamquam nonnulla praeterierit; quod etiam inscriptio insequens videtur significare 23 in mg. ζ΄ 27 nempe λόγον et λόγους 28 fr. 18 Riess qui totum fere caput edidit possis 〈καὶ〉 Πετόσιρις, nam rex est Nechepso)

146
τῆς συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπολύειν ἀπὸ τοῦ ὡροσκόπου κατὰ ἑξῆς· καὶ ὅποι δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ὁ τοῦ ὁρίου κύριος ἔσται οἰκοδεσπότης τῆς ζωῆς καὶ τῆς ἀφέσεως. ἐὰν δὲ πανσεληνιακὴ ἡ γένεσις εὑρεθῇ, ἀριθμεῖν δεήσει ἀπὸ τῆς κατʼ ἐκτροπὴν σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου τῆς μοίρας, οὐ κατὰ ἑξῆς ἀλλʼ ἀνωφερῶς, ὡς ἐπὶ μεσουράνημα ἀπολύειν· καὶ ὅπου δʼ ἂν καταλήξῃ, ὁ τοῦ ὁρίου κύριος κριθήσεται οἰκοδεσπότης. ὃν συνορᾶν δεήσει καὶ ζῴδιον, ἔνθα κατέληξεν ὁ ἀριθμός, τίνι μᾶλλον προσοικείωται, πότερον Ἡλίῳ ἐὰν ἀρσενικῷ, ἢ Σελήνῃ ἐὰν θηλυκῷ. ἐὰν γὰρ τοῦ Ἡλίου τὴν ἐπικράτησιν ἔχοντος τύχῃ καὶ ζῴδιον ἔνθα ὁ ἀριθμὸς κατέληξε προσοικειῶσθαι, ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὁρίου σύμφωνος τῷ Ἡλίῳ, καὶ ἐὰν καλῶς σχηματιζόμενος τύχῃ πρὸς τὸν Ἥλιον, τὰ μέγιστα αὐτοῦ ἔτη μεριεῖ. ἐὰν δὲ μὲν ζῴδιον οἰκεῖον εὑρεθῇ, τουτέστιν ἀρσενικὸν ὡς πρὸς Ἥλιον, καὶ ὁ τοῦ ὁρίου κύριος ἐναντίος τῷ Ἡλίῳ ἢ ἀποκλίσει τοῦ ὡροσκόπου ἢ ἐκλειπτικοῖς τόποις εὑρεθῇ, ἀφαιρέτης τῶν χρόνων γενήσεται, ἢ καὶ τὰ ἐλάχιστα ἔτη μεριεῖ. ἐστι δὲ Ἡλίου μὲν ζῴδια τὰ ἀρρενικά, Σελήνης δὲ τὰ θηλυκά. ὅθεν σκοπεῖν δεήσει τὸν κύριον τοῦ ὁρίου, πῶς πρὸς τὸν ἐπικρατήτορα σχηματίζεται καὶ πρὸς τὸν κύριον τοῦ ζῳδίου· ἐὰν γὰρ οἰκείοις καὶ σχηματιστικοῖς ζῳδίοις εὑρεθῇ, καὶ οἱ τῆς ζωῆς χρόνοι τέλειοι ἔσονται. ἐὰν δὲ πρὸς τὸν μὲν οἰκείως ἔχῃ, πρὸς δὲ τὸν ἕτερον ἀσυμπαθῶς, τὰ μέσα μεριεῖ. ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου, ἔνθα ὁ ἀριθμὸς κατέληξε, πρός τε τὸν ἐπικρατήτορα καὶ πρὸς σχηματιστικὸν ζῴδιον ἀσυμπαθὴς τύχῃ ἢ ἀπόστροφος ἢ κακοδαιμονῶν, ἀνοικοδεσπότητος ἡ γένεσις ἔσται· καὶ τότε πάλιν χρὴ σκοπεῖν τὴν ἐπικράτησιν Ἡλίου καὶ Σελήνης. ἐὰν δέ πως ὁ κύριος τοῦ ὁρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ Σελήνῃ συσχηματίζωνται, ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ ὁρίου μοίρας.