Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ ἐὰν ἐναντίοι γένωνται, τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς τῷ ὀργάνῳ πρόκειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἄν ὁ χρόνος συντρέχῃ· δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. ἐχθροὶ γάρ εἰσιν οἱ τῶν ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφοράς τοῦ ὡροσκόπου. οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀφροδίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζ΄. ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· γὰρ μοιρικὸν τετράγωνον τοῦτο.