Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω ἐπὶ ὑποδείγματος Ἥλιος Καρκίνῳ μοίρᾳ κθ΄ λ΄, Σελήνη Ἰχθύσι μοίρᾳ ιβ΄, Κρόνος Τοξότῃ μοίρᾳ κζ΄ η΄, Ζεὺς Παρθένῳ μοίρᾳ κβ΄ ιγ΄, Ἄρης Σκορπίῳ μοίρᾳ ζ΄ κγ΄, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κη΄ ιγ΄, Ἑρμῆς Λέοντι μοίρᾳ ια΄ κε΄, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζ΄, μεσουράνημα Τοξότῃ μοίρᾳ κε΄. ἀνοικοδεσπότητος ἡ γένεσις διὰ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν [*](12 εὕρεσιν V 13 εὐεργεστέραν V 17 ἀναιρέσεις Va)

142
ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, Ἑρμῆς ὁ τῶν ὁρίων κύριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον· Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ ἰσόμοιρον εὑρεθέντα Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. ἐτελεύτα οὖν ἐτῶν ξθ΄· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδ΄ ἔζησεν ἄν.