Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τούτων οὕτως ἐχόντων δεῖ καὶ τοὺς ἀνέμους ὑποτάξαι· πρότερον δὲ δεῖ σκοπεῖν, αἷς ἕκαστος μοίραις ὑψοῦται· ἐκ γὰρ τούτων ἡ διάκρισις γινώσκεται. ὁ μὲν οὖν Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ΄ τοῦ Κριοῦ, ἡ δὲ Σελήνη περὶ τὴν τρίτην τοῦ Ταύρου, ὁ δὲ Ζεὺς περὶ τὰς ιε΄ τοῦ Καρκίνου, ὁ δὲ Ἄρης περὶ τὴν κη΄ τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν κα΄ τοῦ Ζυγοῦ, ὁ δὲ Ἐρμῆς περὶ τὴν ιε΄ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζ΄ τῶν Ἰχθύων. δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται καὶ ἑπόμενον νότιον. οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθ΄ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθ΄ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθ΄ τοῦ Κριοῦ ἕως ιθ΄ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθ΄ τοῦ Καρκίνου ἕως ιθ΄ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθ΄ τοῦ Ζυγοῦ ἐως ιθ΄ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον. Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν διάστημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιε΄ ἐπιγνώσομαι. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄· λαμβάνω ἀπὸ τῆς ιθ΄ τοῦ Αἰγόκερω ἕως κβ΄ Ὑδροχόου· γίνονται λγ΄ ἀφαιροῦμεν τὰς δὶς ιε΄ μοίρας λ΄, οἵ εἰσι βαθμοὶ θ΄. λοιπαὶ γ΄, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γ΄. τοῦτο μὲν οὖν ὑποδείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν λογισαμένους τό τε βόρειον καὶ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν. ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ ἡ Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. ἐὰν γάρ τισι τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνεμον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ [*](23 ἑκίστης non verum 34 ἐὰν] V)

141
ἢ ἐπίκεντροι τύχωσιν ἢ τοῖς ἀριθμοῖς προστιθέντες καὶ τῆς αὐτῆς αἱρέσεως. ἐὰν δέ τις τῶν ἀστέρων τὸν ἐναντίον τῷ ἀφέτῃ ἄνεμον τρέχῃ, ἐναντίος γενήσεται καὶ κακοποιὸς καὶ μάλιστα ἐπὶ τῆς τῶν χρόνων παραδόσεως. ἐὰν δὲ καὶ δυτικὸς καὶ τοῖς ἀριθμοῖς ἀφαιρῶν, βλαπτικὸς καὶ ἐπικίνδυνος· οὐδʼ ἐὰν ἐπίκεντρος τύχῃ τούτῳ τῷ μέρει, ἀγαθοποιὸς κριθήσεται διὰ παντός. ἐὰν δὲ τινὰ μὲν οἰκεῖα σχήματα ἔχῃ τινὰ δὲ ἀνοίκεια πρὸς τὸν ἀφέτην, ἀνώμαλος καὶ οὐ κατὰ πᾶν ὠφέλιμος οὐδὲ βλαπτικός. ἐὰν δὲ ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὸν κύριον τῶν θρίων τότε σκοπεῖν δεήσει καὶ ἐπιγνῶναι, ποῖον ἄνεμον τρέχει ἢ καὶ ἐπίκεντρος ἢ ἀνατολικὸς ἢ προσθετικός, καὶ συγκρίνειν πρὸς τοὺς λοιπούς. τινὲς μὲν οὖν δόξουσι ταύτην τὴν αἵρεσιν ματαίαν ὑπάρχειν· ἐγὼ δέ φημι φυσικωτέραν μᾶλλον καὶ ἐνεργεστέραν εἶναι· γὰρ ταῖς κανονικαῖς συμπήξεσιν ἄλλοι ἄλλως τὸν τόπον τοῦτον πραγματευόμενοι οὐ διηκρίβωσαν.

Δεῖ δὲ σκοπεῖν καὶ τὰς αἱρέσεις τῶν ἀστέρων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Κρόνος ἡμέρας ὑπέργειοι χαίρουσι, νυκτὸς δὲ ὑπόγειοι· Σελήνη δὲ καὶ Ἄρης καὶ Ἀφροδίτη νυκτὸς ὑπέργειοι χαίρουσι, ἡμέρας δὲ ὑπόγειοι· Ἑρμῆς παρὰ τὰς αἱρέσεις τοῦ οἰκοδεσπότου οἷς ἐστιν ὁρίοις. ὅθεν ἐπὶ μὲν τῶν ἡμέρας γεννωμένων ἐάν τις εὑρεθῇ ἔχων Δία Ἥλιον Κρόνον ὑπεργείους καλῶς ἐσχηματισμένους, ἄμεινον ἔσται τοῦ ὑπογείους ἔχοντος. ὁμοίως δὲ καὶ τοὺς νυκτερινοὺς ἐὰν ὑπεργείους τις ἔχῃ, σύμφορον. ἡ δὲ Ἀφροδίτη μᾶλλον χαίρει ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ οἱ λοιποὶ δὲ ἀστέρες χαίρουσιν ὡροσκοποῦντες ἤπερ δύνοντες.

Ἔστω ἐπὶ ὑποδείγματος Ἥλιος Καρκίνῳ μοίρᾳ κθ΄ λ΄, Σελήνη Ἰχθύσι μοίρᾳ ιβ΄, Κρόνος Τοξότῃ μοίρᾳ κζ΄ η΄, Ζεὺς Παρθένῳ μοίρᾳ κβ΄ ιγ΄, Ἄρης Σκορπίῳ μοίρᾳ ζ΄ κγ΄, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κη΄ ιγ΄, Ἑρμῆς Λέοντι μοίρᾳ ια΄ κε΄, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζ΄, μεσουράνημα Τοξότῃ μοίρᾳ κε΄. ἀνοικοδεσπότητος ἡ γένεσις διὰ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν [*](12 εὕρεσιν V 13 εὐεργεστέραν V 17 ἀναιρέσεις Va)

142
ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, Ἑρμῆς ὁ τῶν ὁρίων κύριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον· Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ ἰσόμοιρον εὑρεθέντα Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. ἐτελεύτα οὖν ἐτῶν ξθ΄· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδ΄ ἔζησεν ἄν.

Ἄλλη. Ἥλιος Ἰχθύσι μοίρᾳ κε΄ η΄, Σελήνη Διδύμοις μοίρᾳ ιϚ΄ νγ΄, Κρόνος Ἰχθύσι μοίρᾳ α΄ κε΄, Ζεὺς Τοξότη κδ΄ ιη΄, Ἄρης Ταύρῳ κα΄ η΄, Ἀφροδίτη Ὑδροχόῳ μοίρᾳ θ΄, Ἑρμῆς Κρόνος Ταύρῳ λβ΄, ὡροσκόπος Ζυγῷ ιε΄, μεσουράνημα Καρκίνῳ ιϚ΄. τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς Σκορπίῳ μοίρας κα΄· τοῖς γὰρ ἀφετικοῖς ἐρίοις ἐφεστὼς εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. ἐτελεύτα τῷ να΄. ἔτει. ἐστιν οὖν τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφ᾿ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἀρχῇ τοῦ ὁρίου γένηται. ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ τοῦ ἀκτινοβολοῦντος, ἐφ᾿ οὗ ὁ ἀναιρέτης τυγχάνει.

Ἀπὸ Σελήνης καὶ ὡροσκόπου· ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάττεσθαι χρὴ τὰς κωλύσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον κατὰ ἀναφοράν. αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκούουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. ἔδοξε δέ μοι ἐκ πείρας [*](1 horosc. ἀφέτης esse potest, dominus finium esse non potest; ergo ante τῶν ὁρ. excidisse vid. mentio Mercurii 3 tot annos vivit quot ex anaforis secundi climatis usque ad Geminorum p. XVII. colliguntur 12 ἀπέκλιναν: nam VI. locus a Piscium, IX. a Geminorum p. XV. incipit 15 τῷ] τῶν V 18 possis τοῦ ζῳδίου, nisi dicere voluit: in initio eius partis, per quam cuiusque stellae dominium pertinet 21 Extat hoc caput in cod. Laur. 28, 14 (Catal. I 36) 23 ἀφε V possis igitur ἀφέτις 25 τὸν ὡρ] τοῦ ω V)

143
θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν.

Σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ ἐὰν ἐναντίοι γένωνται, τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς τῷ ὀργάνῳ πρόκειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἄν ὁ χρόνος συντρέχῃ· δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. ἐχθροὶ γάρ εἰσιν οἱ τῶν ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφοράς τοῦ ὡροσκόπου. οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀφροδίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζ΄. ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· γὰρ μοιρικὸν τετράγωνον τοῦτο.