Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀναιρέται δέ εἰσιν Κρόνος Ἄρης Ἥλιος Σελήνη ἐπὶ φάσιν φερομένη. εἰσὶ δὲ καὶ ἀναιρετικοὶ τόποι καθʼ ἕκαστον ζῴδιον τά τε ἀφετικὰ δρια καὶ τὰ τῶν κακοποιῶν· ἀναιρετικαὶ δὲ μοίραι κριθήσονται αἱ παῤ ἑκάτερα τῆς ἀφέσεως γ΄ ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσομοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζ΄. ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως. οἷον ἔστω τινὰ ὡροσκοπεῖσθαι ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβ΄· αὕτη μὲν οὖν ἔσται μέση ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄, ἀναιρεῖ οὐ μόνον εἰς αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης εὑρεθῇ Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιε΄ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβ΄ ἢ ιγ΄ ἔσται ἡ ἀναίρεσις. ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι. Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστικὸς πρὸς τοὺς ἐπικέντρους. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος Τοξότῃ τύχῃ μοίρᾳ ιγ΄ ἢ καὶ ιβ΄ ἢ καὶ κ΄, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δʼ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. ἐὰν δὲ Τοξότῃ εὑρεθῇ μοίρᾳ γ΄ ἢ ζ΄, κατʼ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς καὶ ζῳδιακῶς, καὶ οὐκ ἐστιν ἀναιρέτης. συμβαίνει δὲ καὶ ἀπὸ [*](9 ἀφερέσεως et αι supra prius V 22 post θ΄ ailquid del. aut corr. in V 23 in mg. κατὰ τὴν ὑποκειμένην μοῖραν V quod quo pertineat nescio 26 fort. γενομένης Vb 32 nonus enim locus est ἀπόκλιμα medii caeli 35 nempe οὕτως)

140
ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκεκλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· δʼ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω.