Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως τὰ μέσα ἔτη. Ἐκάκτου ἀστέρος τὴν μεγάλην περίοδον καὶ τὴν ἐλαχίστην συνθεὶς εὑρήσεις τὰ μέσα ἔτη. οἷον Κρόνου τὰ τέλεια ἔτη νζ΄ καὶ τὰ ἐλάχιστα λ΄ γίνονται πζ΄, ὧν τὸ ἥμισυ μγ΄ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη ρθ΄ καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄, ὧν τὸ ἥμισυ με΄ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν διετίαν συνδράμῃ ὁ χρόνος — ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀναφορὰς ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ α΄ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου λη΄ γ΄ καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀναφορὰν λα΄ δύο τρίτα· γίνονται ρ΄ τοσαῦτα ἐβίωσεν.

Ἄλλη. Ἥλιος Ταύρῳ, Ἑρμῆς Ταύρῳ. Σελήνη Ἰχθύσι. Κρόνος Σκορπίῳ, Ζεὺς Ἄρης Ἀφροδίτη Κριῷ, ὡροσκόπος Διδύμοις. ἡ ἀναφορὰ κλίματος τοῦ δευτέρου κη΄· Ἑρμῆς Ταύρου τὴν ἀναφορὰν κδ΄ καὶ Ἀφροδίτη Ἄρης Κριῷ ιε΄. ἐτελεύτα τῷ ξζ΄ ἔτει.

Ἄλλη. ἡ αὐτὴ ἀστροθεσία ἄλλης γενέσεως· μόνος ὁ ὡροσκόπος Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευτέρου κλίματος κ΄ καὶ περιόδου Διὸς ιβ΄. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κ΄ καὶ Ἄρεως ιε΄ γίνονται ξζ΄· ταῦτα ἐβίωσε.