Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως τὰ μέσα ἔτη. Ἐκάκτου ἀστέρος τὴν μεγάλην περίοδον καὶ τὴν ἐλαχίστην συνθεὶς εὑρήσεις τὰ μέσα ἔτη. οἷον Κρόνου τὰ τέλεια ἔτη νζ΄ καὶ τὰ ἐλάχιστα λ΄ γίνονται πζ΄, ὧν τὸ ἥμισυ μγ΄ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη ρθ΄ καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄, ὧν τὸ ἥμισυ με΄ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν διετίαν συνδράμῃ ὁ χρόνος — ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀναφορὰς ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ α΄ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου λη΄ γ΄ καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀναφορὰν λα΄ δύο τρίτα· γίνονται ρ΄ τοσαῦτα ἐβίωσεν.