Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔσθʼ ὅτε δὲ καὶ ἐπικρατήσεως καὶ οἰκοδεσποτείας οὔσης καὶ αὕτη ἡ αἵρεσις συντρέχει τῇ ἀφέσει ἢ τῇ οἰκοδεσποτείᾳ καὶ εὐτονεῖ πρὸς ἀναίρεσιν. ἐὰν οὖν ἡ ἐπικράτησις οἰκείως εὑρεθῇ καὶ ὁ δοκῶν οἰκοδεσπότης μερίζει χρόνους, τότε καὶ ἡ ἄφεσις τῆς πραγματείας ταύτης ἀνωφερῶς ἢ κατωφερῶς πρὸς τὸ πλεονάζον μέρος τῶν ἀναφορῶν κριθήσεται ἐπὶ τῶν πάραυτα τελευτώντων ἢ ἐπὶ τῶν τῇ μήτρᾳ. ὁ δʼ αὐτὸς τρόπος νοείσθω καὶ ἐπὶ τῆς σπορᾶς· τῷ μέντοι τῆς ἐκτροπῆς μᾶλλον ὡροσκόπῳ χρηστέον. ἀναιρεῖ δὲ καὶ κατὰ μόνας ἡ σπορά, ἐάνπερ τις τῇ συνόδῳ ἢ πανσελήνῳ χρήσηται πρὸς τὸν ἀναβιβάζοντα ἢ καταβιβάζοντα καὶ πρὸς τὰ κέντρα. ἐὰν δὲ καὶ ἀπὸ τῆς ἐκτροπῆς καὶ ἀπὸ τῆς σπορᾶς εὑρεθῇ τὰ αὐτὰ ἔτη συνεγγίζοντα, ἀναμφιλέκτως ὁ θάνατος εὑρεθήσεται.

Συντομώτερον δὲ τὴν εὕρεσιν κατὰ πλάτος διασαφήσομεν. ἐπὶ πάσης γενέσεως τὸ μὲν τετράγωνον Ἡλίου ἐστὶ σπόριμον ζῴδιον (ἐσθʼ ὅτε μὲν οὖν καὶ τὸ τρίγωνον, ὅταν πολλῶν μοιρῶν ὁ Ἥλιος τύχῃ καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις· δὲ τοῖς πολυαναφόροις εἰς τὰ ἑξάγωνα)· ὅπου δʼ ἂν ὁ ὡροσκόπος τῆς ἐκτροπῆς ἐκπέσῃ, ἐκεῖ σημειοῦσθαι τὴν σπορίμην Σελήνην καὶ οὕτως ἐπιγινώσκειν, πότερον συνοδικὴ ἢ πανσεληνιακὴ ἡ σπορὰ τέτευχε. οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, ώροσκόπος Παρθένῳ· ὁ σπόριμος Ἥλιος Ταύρῳ, Σελήνη σπορίμη Παρθένῳ· δῆλον ὅτι συνοδικὴ ἡ σπορά· οὐδέπω γὰρ ἡ Σελήνη τουτέστιν ὁ ὡροσκόπος τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου παρήλλαξεν. ἐὰν δὲ ὁ ὡροσκόπος ὁ τῆς ἐκτροπῆς μετὰ τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου εὑρεθῇ, πανσεληνιακὴ ἡ σπορὰ ἔσται. τὰς αὐτὰς δὲ ἀφέσεις καὶ ἐπὶ τῆς σπορᾶς δεῖ ποιεῖσθαι, καθὰ καὶ ἐπὶ τῆς ἐκτροπῆς δεδήλωται. κατὰ τὸ πλεῖστον δὲ οἱ συνοδικὴν σπορὰν ἔχοντες πανσελήνῳ οὗτοι τελευτῶσιν, οἱ δὲ πανσεληνιακὴν συνοδικῆς οὔσης τῆς Σελήνης τελευτῶσιν.

[*](2 ἡ] an ἦν? 6 αὐτὴ V 28 σπόριμος] τῆς σπορίμης V (possis etiam τῆς σπορᾶς))
153

Ἄλλως. ἐπιγνόντας, ποίῳ ζῳδίῳ γέγονεν ἡ σύνοδος ἢ ἡ πανσέληνος, ἀριθμεῖν ἀπὸ τῆς αὐτῆς μοίρας κατὰ τὸ ἑξῆς ἕως ἀναβιβάζοντος καὶ τὸ συναχθὲν πλῆθος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ᾖ, ἀπὸ ὡροσκόπου κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινή, ἀνωφερῶς ἐπὶ τὸ μεσουράνημα· ἐὰν δὲ εἰς τὸ μεσουράνημα ἐμπέσῃ ὁ ἀναβιβάζων, ἀπολύειν δεῖ τὸ συναχθὲν πλῆθος ἀπὸ τοῦ μεσουρανήματος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ἦ, ὡς ἐπὶ τὸν ὡροσκόπον κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινὴ ἦ, ἀνωφερῶς ἐπὶ τὸ δῦνον. ἐὰν δέ πως εἰς τὸ δῦνον ἐμπέσῃ ὁ ἀναβιβάζων, ἡμερινῆς μὲν οὔσης τῆς γενέσεως ἀπολύειν τὸν ἀριθμὸν ἀπὸ τοῦ δυτικοῦ ὡς ἐπὶ τὸ μεσουράνημα, νυκτερινῆς δὲ ὡς ἐπὶ τὸ ὑπόγειον. ἐὰν δὲ ὁ ἀναβιβάζων τῷ ὑπογείῳ τύχῃ, εὑρεθῇ δʼ ἡμερινὴ ἡ γένεσις, ὡς ἐπὶ τὸν ὡροσκόπον ἀπολύειν ἀνωφερῶς ἀπὸ τοῦ ὑπογείου τὸ πλῆθος τοῦ ἀριθμοῦ· ἐὰν δὲ νυκτερινὴ ᾖ, ὡς ἐπὶ τὸ δῦνον ἀπὸ τοῦ ὑπογείου. Ἔστω δὲ ὑποδείγματος χάριν ἀναβιβάζων Διδύμοις μοίρᾳ κγ΄, τὴν δὲ σύνοδον Ἰχθύσι περὶ μοίρας η΄, ὡροσκόπον δὲ Ἰχθύσι μοίρᾳ δ΄, τὸ μεσουράνημα Τοξότῃ μοίρᾳ ιγ΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἕως τοῦ ἀναβιβάζοντος· γίνονται μοῖραι ρε΄. ταύτας ἀπὸ ὡροσκόπου, ἐπεὶ ἡμερινὴ ἡ γένεσις· καταλήγει εἰς τὴν τῶν Δσιδύμων μοῖραν ιθ΄· κατὰ δε τὸ β΄ κλίμα συνάγουσιν ἔτη ος΄ μῆνας --- ἔγγιστα· ταῦτα ἐβίωσε.