Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εστι δὲ καὶ ἕτερος τρόπος ἀρίθμιος ἁρμόζων εἰς τὸν περὶ ζωῆς χρόνον καὶ εἰς τοὺς περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνους, ὃν καὶ ὁ βασιλεὺς Πετόσιρις ἐδήλωσε μυστικῶς. ὅθεν ἐπὰν τὴν ἐπικράτησιν ἢ τὴν οἰκοδεσποτείαν εὕρωμεν οἰκείως, πρὸς μερίσαι χρησόμεθα τῇ προκειμένη ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑποκειμένῃ.

Σκοπεῖν δεήσει, πότερον συνοδική ἐστιν ἡ γένεσις ἢ πανσεληνιακή, καὶ ἐὰν μὲν συνοδικὴ εὑρεθῇ, ἀριθμεῖν τὰς μοίρας ἀπὸ [*](9 γνώσης V 11 nempe ἐκείνης 13 etiam Ἀφροδίτης legi potest itemque in seqq. νότον V 18 τῶν iterat V 22 spatium complurium linearum vacuum in V, tamquam nonnulla praeterierit; quod etiam inscriptio insequens videtur significare 23 in mg. ζ΄ 27 nempe λόγον et λόγους 28 fr. 18 Riess qui totum fere caput edidit possis 〈καὶ〉 Πετόσιρις, nam rex est Nechepso)

146
τῆς συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπολύειν ἀπὸ τοῦ ὡροσκόπου κατὰ ἑξῆς· καὶ ὅποι δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ὁ τοῦ ὁρίου κύριος ἔσται οἰκοδεσπότης τῆς ζωῆς καὶ τῆς ἀφέσεως. ἐὰν δὲ πανσεληνιακὴ ἡ γένεσις εὑρεθῇ, ἀριθμεῖν δεήσει ἀπὸ τῆς κατʼ ἐκτροπὴν σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου τῆς μοίρας, οὐ κατὰ ἑξῆς ἀλλʼ ἀνωφερῶς, ὡς ἐπὶ μεσουράνημα ἀπολύειν· καὶ ὅπου δʼ ἂν καταλήξῃ, ὁ τοῦ ὁρίου κύριος κριθήσεται οἰκοδεσπότης. ὃν συνορᾶν δεήσει καὶ ζῴδιον, ἔνθα κατέληξεν ὁ ἀριθμός, τίνι μᾶλλον προσοικείωται, πότερον Ἡλίῳ ἐὰν ἀρσενικῷ, ἢ Σελήνῃ ἐὰν θηλυκῷ. ἐὰν γὰρ τοῦ Ἡλίου τὴν ἐπικράτησιν ἔχοντος τύχῃ καὶ ζῴδιον ἔνθα ὁ ἀριθμὸς κατέληξε προσοικειῶσθαι, ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὁρίου σύμφωνος τῷ Ἡλίῳ, καὶ ἐὰν καλῶς σχηματιζόμενος τύχῃ πρὸς τὸν Ἥλιον, τὰ μέγιστα αὐτοῦ ἔτη μεριεῖ. ἐὰν δὲ μὲν ζῴδιον οἰκεῖον εὑρεθῇ, τουτέστιν ἀρσενικὸν ὡς πρὸς Ἥλιον, καὶ ὁ τοῦ ὁρίου κύριος ἐναντίος τῷ Ἡλίῳ ἢ ἀποκλίσει τοῦ ὡροσκόπου ἢ ἐκλειπτικοῖς τόποις εὑρεθῇ, ἀφαιρέτης τῶν χρόνων γενήσεται, ἢ καὶ τὰ ἐλάχιστα ἔτη μεριεῖ. ἐστι δὲ Ἡλίου μὲν ζῴδια τὰ ἀρρενικά, Σελήνης δὲ τὰ θηλυκά. ὅθεν σκοπεῖν δεήσει τὸν κύριον τοῦ ὁρίου, πῶς πρὸς τὸν ἐπικρατήτορα σχηματίζεται καὶ πρὸς τὸν κύριον τοῦ ζῳδίου· ἐὰν γὰρ οἰκείοις καὶ σχηματιστικοῖς ζῳδίοις εὑρεθῇ, καὶ οἱ τῆς ζωῆς χρόνοι τέλειοι ἔσονται. ἐὰν δὲ πρὸς τὸν μὲν οἰκείως ἔχῃ, πρὸς δὲ τὸν ἕτερον ἀσυμπαθῶς, τὰ μέσα μεριεῖ. ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου, ἔνθα ὁ ἀριθμὸς κατέληξε, πρός τε τὸν ἐπικρατήτορα καὶ πρὸς σχηματιστικὸν ζῴδιον ἀσυμπαθὴς τύχῃ ἢ ἀπόστροφος ἢ κακοδαιμονῶν, ἀνοικοδεσπότητος ἡ γένεσις ἔσται· καὶ τότε πάλιν χρὴ σκοπεῖν τὴν ἐπικράτησιν Ἡλίου καὶ Σελήνης. ἐὰν δέ πως ὁ κύριος τοῦ ὁρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ Σελήνῃ συσχηματίζωνται, ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ ὁρίου μοίρας.

Καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς δεήσει σκοπεῖν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τῆς ὡριμαίας ὑπεδείχθη, καὶ ἐὰν ἀνατολικὸς ἢ δυτικὸς ἢ ἔκκεντρος ἢ ἐπίκεντρος ἢ καὶ ἐνηλλαχὼς πρὸς τὸν τοῦ ζῳδίου κύριον καὶ ἀσύμφωνος αὐτῷ, καὶ οὕτως ἐπικρίνειν. ὁμοίως δὲ καὶ τὰς τῶν ἀναιρετικῶν ἀκτῖνας προβλέπειν, καὶ εἰ ἀρχῇ τῶν ὁρίων ἡ ἄφεσις ἐξέπεσεν ἢ ἐπὶ τέλει· ἐντεῦθεν γὰρ χρὴ συλλογίζεσθαι τὰς [*](1 ἐκτρωπὴν Vb (item v. 5) 8 nempe del. ὃν (ὢν vel ὅθεν Us.) 22 an χρηματιστικοῖς? (item v. 26) 33 ἐὰν num (ᾖ ante ἢ add. Riess))

147
τῶν ὀλιγοχρονίων καὶ πολυχρονίων γενέσεις καὶ τὰς τῶν διδύμων. πολλάκις γὰρ περὶ μὲν πρῶτον τεχθὲν ὅριον κακοποιεῖ τῆς ἀφέσεως κυριεῦσαν, καὶ τοῦ οἰκοδεσπότου παραπεσόντος ὀλιγοχρονιότης ἐγένετο, περὶ δʼ ἕτερον ἐναλλαγέντος τοῦ ἐρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ τῇ Σελήνῃ ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας. καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τοῦ οἰκοδεσπότου πολυχρονιότης καὶ βίου ὑπόστασις παρηκολούθησεν· ὅθεν ὑπὸ μιᾶς καὶ δευτέρας μοίρας πολλάκις ἡ παραλλαγὴ μεγίστην δύναμιν ἐνδεκνυται. — Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ταύρου μοίρᾳ κε΄ τη΄, Σελήνη Ὑδροχόου ζ΄ ι΄, Κρόνος Κριοῦ μοίρᾳ κδ΄, Ζεὺς Ταύρου μοίρᾳ δ΄ κε΄, Ἄρης Καρκίνου μοίρᾳ κβ΄ νγ΄, Ἀφροδίτη Διδύμων μοίρᾳ κη΄ ιϚ΄, Ἑρμῆς Διδύμων μοίρᾳ Ϛ΄, ὡροσκόπος Αἰγόκερω μοίρᾳ κζ΄. πανσελήνου οὔσης τῆς γενέσεως ἔλαβον ἀπὸ τῆς σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον, ἥτις ἐτύγχανε Διδύμοις μοίρᾳ β΄ κε΄· γίνονται ριε΄. ταύτας ἀναποδίζω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας· καταλήγει εἰς τὴν τοῦ Ζυγοῦ μοῖραν β΄, ἔνθεν ἡ ἄφεσις ἕως τῆς τῶν κακοποιῶν ἀκτινοβολίας. Κρόνος μὲν γὰρ ἐκ διαμέτρου, Ἄρης δὲ ἐκ τετραγώνου περὶ τὰς αὐτὸς μοίρας βάλλοντες τὴν ἀναίρεσιν ἐποίησαν, Ζεὺς δὲ ἦν ἀπόστροφος, ἡ δὲ Ἀφροδίτη ἦν παραπεπτωκυῖα, ἣ οὐκ ἴσχυσε βοηθῆσαι. ἔζησεν ἡ γένεσις ἔτη κη΄ μῆνας θ΄. — Ἄλλη. Ἥλιος Τοξότῃ ιβ΄ ις΄, Σελήνη Τοξότῃ ιζ΄ κδ΄ Κρόνος Ζυγῷ ια΄ λγ΄, Ζεὺς Διδύμοις ιθ΄ ια΄, Ἄρης Σκορπίῳ δ΄ κ΄, Ἀφροδίτη Ζυγῷ κς΄, Ἑρμῆς Σκορπίῳ κζ΄, ὡροσκόπος Ζυγῷ κ΄, ἔλαβον οὖν ἀπὸ τῆς συνοδικῆς μοίρας ἕως τῆς σεληνιακῆς· γίνονται ε΄· ταύτας ἀπὸ τοῦ ὡροσκόπου, καταλήγει Ζυγῷ κε΄· ἐντεῦθεν ἡ ἄφεσις ἕως τῆς Σκορπίῳ Ἄρεως μοίρας ε΄. ἐτελεύτα τῷ ιβ΄ ἔτει. αὕτη δὲ ἡ συνάντησις εἰ μὴ ἐτετεύχει, ἔζη καὶ τὰ τῆς Ἀφροδίτης ἔτη πδ΄.