Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ ταῦτα μὲν εἰς τὸν περὶ βιαιοθανάτων λόγον· ἄλλως δὲ προσπαραλαμβάνειν δεήσει τὰς καθ ἕκαστον ζῴδιον σινῶν καὶ παθῶν αἰτίας εἰς τὸ εὐσύνοπτον γενέσθαι τὴν τοῦ θανάτου ποιότητα· ἡ συμπαρουσία δὲ ἢ μαρτυρία ἑνὸς ἑκάστου ἀστέρος συνεπισχύσει ἐκ τῆς ἰδίας φύσεως ἐπεισενεγκεῖν αἰτίαν τῷ θανάτῳ. προσβλέπειν οὖν δεῖ τοὺς τόπους καὶ τοὺς κυρίους, ὅπως εἰσὶ κείμενοι καὶ ὑπὸ τίνων μαρτυροῦνται, ἢ τῶν οἰκείων ἢ ἐναντίων, καὶ οὕτως διακρίνειν οἱ μὲν γὰρ κακοποιοὶ ἐπόντες τοῖς τόποις ἢ μαρτυροῦντες τοῖς οἰκοδεσπόταις βιαιοθανασίας ἀποτελοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ διὰ προφάσεως ἢ πόνου ἢ σίνους ἢ πάθους ἢ πυρετῶν ἐπιφοράς. οἷον ἐπεὶ οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω ἀναιροῦνται καὶ Ὑδροχόος ὑπὸ τῆς Παρθένου, ὅπερ ἐστὶν Ἑρμῆς ὑπὸ Κρόνου καὶ Κρόνος ὑπὸ Ἑρμοῦ, ἐὰν οὖν οὗτοι ἐπὶ γενέσεως διάμετροι ἢ τετράγωνοι τύχωσι λόγον ἔχοντες, καὶ κακοθανάτους ποιοῦσιν ἢ ὀλιγοχρονίους, ἐπεὶ ὁ ζωοδότης τῷ κυρίῳ τοῦ θανάτου ἠναντιώθη. εἰ δὲ ἄλλως λόγον μὴ ἔχοντες κατοπτεύωσιν ἀνοικείως ἀλλήλους, ἐναντιώματα καὶ κρίσεις καὶ ἀπαγωγὰς καὶ ἑτέρας αἰτίας ἀπαραμόνους ἐπάγουσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Ἄρεως καὶ Ἑρμοῦ τὸ αὐτὸ σχῆμα νοείσθω. οὐ βούλεται οὖν ὁ Πα λαιὸς διαμέτρους αὐτοὺς εἶναι λέγων· πᾶσα μὲν οὖν ἀντιζυγῆς στάσις ἀνατολῆς τε καὶ δύσεως οὕτινος τῶν ἀστέρων ἤ καὶ Ἡλίου καὶ Σελήνης ἐπιδίκως ἀνυέσθω. ἐγὼ δέ φημι τῶν λόγον ἐχόντων πρὸς ἀναίρεσιν ἢ καὶ πρὸς ἑτέραν τινὰ οἰκοδεσποτείαν τὰ αἴτια καθίστασθαι περί τε δόξης καὶ βίου καὶ τέλους.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἄρης Ἀφροδίτη Καρκίνῳ, Κρόνος Ἑρμῆς Λέοντι, Ζεὺς Ὑδροχόῳ, Σελήνη Ἰχθύσιν, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ θανατικὸς τόπος Ἰχθύσιν· ἐκεῖ Σελήνη, καὶ τῷ κλήρῳ Κρόνος ἐπῆν, ὁ κύριος Ἥλιος μετὰ Ἄρεως Καρκίνῳ καθύγρῳ ζῳδίῳ. ἐτελεύτα οὖν ἐν βαλανείῳ ἐν ὕδατι ἀποπνιγείς, ἠναντιώθη δὲ καὶ τῇ πανσελήνῳ Ἄρης καὶ ὁ κύριος Κρόνος ἀπόστροφος· ὅθεν καὶ ἐβιαιοθανάτησεν.

[*](6 μὲν εἰς] μέντοι S 11 προβλέπειν S 16 hic ἐπεὶ aut infra οιν eicere dubitavi 20 ποιῶσιν S 24 sc. Petosiris 28 an ⟨ἐκ〉 τῶν? λόγων S 31 Veneris signum inc. in S 33 Sors in Cancro potius)
129

Ἄλλως. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Ἰχθύσι, Κρόνος Παρθένῳ. Ζεὺς Κριῷ, Ἄρης Ταύρῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κλῆρος τῆς τύχης Ταύρῳ· Ἄρης ἐπίκειται κυριεύσας τοῦ δαίμονος καὶ ἐναντιωθείς· ὁ θανατικὸς Τοξότῃ, ἐπίκειται Σελήνη καθυπερτερουμένη ὑπὸ Κρόνου ὄντος τῷ πανσεληνιακῷ ζῳδίῳ· ὁμοίως καὶ ὁ κύριος Ἑρμῆς τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.

Ἄλλη. Ἥλιος Καρκίνῳ, Σελήνη Ἰχθύσι, Κρόνος Ἄρης Ἑρμῆς Διδύμοις, Ζεὺς Αἰγόκερῳ, Ἀφροδίτη Λέοντι, ὡροσκόπος Ζυγῷ. κλῆρος τύχης Διδύμοις· τούτοις Κρόνος Ἑρμῆς Ἄρης φρουρηθέντες ἀλλήλων ὄντες ἀναιρέται ὑπὸ Σελήνης ἐμαρτυρήθησαν, ὁμοίως δὲ καὶ ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· Ζεὺς δὲ τῷ θανατικῷ τόπῳ ἐπὼν καὶ ἀκρόνυχος γενόμενος οὐκ ἴσχυσε βοηθῆσαι. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.