Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Συντομωτέραν οὖν τὴν ὑφήγησιν ἐκ τοῦ ζῳδιακοῦ κύκλου προδείξομεν πρὸς τὸ εὐκατάληπτον εἶναι τὸ λεγόμενον. ὁ Κριὸς ἀναιρεῖται ὑπὸ Σκορπίου, ἐστι δὲ ἀμφότερα οἰκητήρια Ἀρεως· ἔστιν οὖν ὁ Ἄρης ἑαυτοῦ ἀναιρέτης, ὅθεν καὶ αὐτόχειρας ποιεῖ καὶ ὑψόθεν ῥίπτοντας καὶ ἑτοιμοθανάτους ἢ συνιστοροῦντας κακοῖς, ληστρικοὺς φονικούς τὰς τῶν θανάτων αἰτίας ἑαυτοῖς ἐπιφέροντας καὶ ὑπὸ θηρίων ἢ πυρὸς ἢ συμπτώσεως ἀπολλυμένους, ἔτι δὲ ἀπὸ τετραπόδων καὶ ἀρμάτων καὶ ἐπαγωγῆς. —Ὁ δὲ Ταῦρος ἀναιρεῖται ὑπὸ Τοξότου, ὅπερ ἐστὶν Ἀφροδίτη ὑπὸ Διός· οὗτοι εὐθανατοῦσιν ἐκ τροφῆς ἢ πληθώρας ἢ οἴνου ἢ συνουσίας ἢ ἀποπληξίας ἀποκοιμηθέντες ἢ ἐκλυθέντες μηδεμιᾶς αἰτίας κακωτικῆς παρεμπεσούσης, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐπών ἢ μαρτυρήσας ἐκ τῆς ἰδίας φύσεως τὸ τέλος ἐπεισενεγκόμενος τὴν αἰτίαν τοῦ θανάτου δηλώσει. — Οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω, τουτέστιν Ἑρμῆς ὑπὸ Κρόνου· γίνονται οὖν τινες βιαιοθάνατοι ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἢ νευρικαῖς αἰσθήσεσι περιπεσόντες ἢ ἐν καθύγροις τόποις θηρίων ἑρπετῶν κακώσει ἢ καταδικασθέντες [*](1 ἐπείγει μὲν S 6 κἂν] καὶ ἐν S 13 ἐν] ἐὼν S 15 τύχη Sa] τυχὸν Sb cf. B. -L. 289 20 ἔτι δὲ S 25 ἔστι τε ἀπὸ S μἱμάτων S possis ἀπαγωγῆς, sed ἐπ. fort. actiones magicae 27 nempe τρυφῆς 28 an ἀποκενωθέντες? at cf. 75, 19 34 possis τόποις ⟨ἢ⟩; sed sermonem neglegentem comere haud meum duxi κακώσεις S)

127
συσχεθέντες πνιγέντες ληστῶν ἢ πολεμίων ἐχόδοις περιπεσόντες ἢ φαρμάκων πείρᾳ διὰ τὸ κάθυγρον. — Ὁ Καρκίνος ὑπὸ Ὑδροχόου, ὅπερ ἐστὶ Σελήνη ὑπὸ Κρόνου· ἀπόλλυνται δὲ διʼ ὑγρῶν ἢ τῶν ἐντὸς ἀχλήσεων ἢ περιπεσόντες σπληνὸς ἢ στομάχου ἀλγηδόσιν, ἀναφοραῖς ὑγρῶν, θαλάσσῃ ποταμοῖς ψυγμοῖς ἑρπετῶν θηρίων ἐπιφοραῖς ἐλεφαντιάσει ἰκτέροις σεληνιασμοῖς φαρμακείαις συνοχαῖς πολυχρονίαις ἑτέραις νόσοις, ἐπὶ δὲ θηλυκῶν μαζῶν ἀλγηδόσι καρκινώμασι κρυπτῶν πόνοις ἢ μήτρας ἢ πνιγμῷ ἢ ἐμβρυοτομίᾳ τοκετῶν. — Ὁ Λέων ὑπὸ Ἰχθύων, Ἥλιος ὑπὸ Διός. ὅθεν τελευτῶσι καρδιακοὶ ἡπατικοὶ ἢ ἐν καθύγροις κινδυνεύουσιν ἢ διʼ ὑγρῶν αἰτιῶν καὶ πτώσεων καὶ διὰ ῥιγοπυρετων ἢ ἐν βαλανείοις ἢ διὰ γυναικῶν δόλους. — Ἡ Παρθένος ὑπὸ Κριοῦ, Ἑρμῆς ὑπὸ Ἄρεως· τελευτῶσι δὲ διὰ προδοσίας καὶ κακουχίας πολέμοις ἢ λησταῖς περιπεσόντες, ἐμπρησμοῖς συμπτώσεσιν ἐπισκιασμοῖς αἰχμαλωσίαις χόλῳ δυναστῶν ἡ διὰ ἀπαγωγῆς ἢ ἀπὸ τετραπόδων ἢ ὕψους πτώσεως, συνθραύσεως μελῶν, θηρίων ἐπιφοραῖς· ἐπὶ δὲ θηλυκῶν προσώπων πτώσεσι κοιλίας, ἐμβρυοτομίαις τοκετῶν, αἱμαγμοῖς φθοραῖς. — Ὁ Ζυγὸς ὑπὸ Ταύρου, Ἀφροδίτη ὑπὸ ἑαυτῆς ὅθεν αὐτόχειρες γίνονται διὰ πόσεως φαρμάκου ἀσπιδόδηκτοι ἐγκρατευόμενοι συνουσιάζοντες, τελευτῶσι σταφυλοτομηθέντες ἀποπνιγέντες κολοβωθέντες ἢ πηροὶ καὶ παραλυτικοὶ γενόμενοι ἢ αἰτίαις διὰ θηλυκῶν προσώπων περιπεσόντες. — Σκορπίος ὑπὸ Διδύμων, Ἄρης ὑπὸ Ἑρμοῦ. διὰ σιδήρου τομῆς μορίων ἕδρας ἢ στραγγουρίας σηπεδόνος ἀγχόνης ἑρπετῶν βίας μάχης, ληστῶν ἐφόδοις ἢ πειρατῶν ἐπιφοραῖς ἢ διʼ ἐξουσίας διὰ πυρὸς σκολοπισμοῦ ἑρπετῶν θηρίων αἰτίας. — Τοξότης ὑπὸ Καρκίνου, Ζεὺς ὑπὸ Σελήνης· τελευτῶσιν οὖν καὶ σπληνικοὶ ἢ ἡπατικοὶ στομαχικοὶ ἀναφορικοὶ αἱμοπτυῖκοί, ἀπὸ τετραπόδων πτώσεως ἢ θηρίων δακετῶν αἰτίαις συμπτώσεων ναυαγιῶν καθύγρων τόπων σεληνιασμοῦ πηρώσεως ἐκλύσεμως. — Αἰγόκερως ὑπὸ Λέοντος, Κρόνος ὑπὸ Ἡλίου· τελευτῶσι [γὰρ] καρδιακοὶ καταγματικοί, ἐν βαλανείοις ἢ πυρίκαυστοι, χόλῳ βασιλέως ἢ δυναστῶν ἢ σκολοπισμοῦ θηρίων κακώσεως τετραπόδων ἢ ὕψους πτώσεως. — Ὑδροχόος ὑπὸ Παρθένου, Κρόνος ὑπὸ Ἑρμοῦ· τελευτῶσι [*](6 φαρμακείοις S 8 μητρίαις S 9 ἐμβρυτομία S 13 κακουσίας S (possis etiam -ργίας) 21 πυροὶ S talia non semper adnotavi 22 αἰτίας S 26 σκολοπισμοὺς S, corr. Rad. 28 αἱμοπτικοὶ S 29 nempe πτώσει 30 σεληωιασμοὺς πυρώσεως S 31 sq. καρδιακα κατεαγματικοὶ S 33 possis ἢ ⟨διὰ〉 debebat ⟨ἀφ᾿⟩ ὕφους)
128
δὲ ὑπὸ τῶν ἐντὸς φθισικῇ αἰτίᾳ ὑδρωπικῇ ἐλεφαντιάσει ἰκτερικῇ νόσῳ σιδηροσφαγίᾳ δυσεντερίᾳ γυναικὸς προδοσίᾳ. — Ἰχθύες ὑπὸ Ζυγοῦ, Ζεὺς ὑπὸ Ἀφροδίτης· διʼ ὑγρῶν ἢ φαρμακοποσίας ῥευμάτων ἢ νεύρων αἰσθήσεως μορίων ἥπατος πόνων ἰσχιάδος ἑρπετῶν θηρίων αἰτίας.

Καὶ ταῦτα μὲν εἰς τὸν περὶ βιαιοθανάτων λόγον· ἄλλως δὲ προσπαραλαμβάνειν δεήσει τὰς καθ ἕκαστον ζῴδιον σινῶν καὶ παθῶν αἰτίας εἰς τὸ εὐσύνοπτον γενέσθαι τὴν τοῦ θανάτου ποιότητα· ἡ συμπαρουσία δὲ ἢ μαρτυρία ἑνὸς ἑκάστου ἀστέρος συνεπισχύσει ἐκ τῆς ἰδίας φύσεως ἐπεισενεγκεῖν αἰτίαν τῷ θανάτῳ. προσβλέπειν οὖν δεῖ τοὺς τόπους καὶ τοὺς κυρίους, ὅπως εἰσὶ κείμενοι καὶ ὑπὸ τίνων μαρτυροῦνται, ἢ τῶν οἰκείων ἢ ἐναντίων, καὶ οὕτως διακρίνειν οἱ μὲν γὰρ κακοποιοὶ ἐπόντες τοῖς τόποις ἢ μαρτυροῦντες τοῖς οἰκοδεσπόταις βιαιοθανασίας ἀποτελοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ διὰ προφάσεως ἢ πόνου ἢ σίνους ἢ πάθους ἢ πυρετῶν ἐπιφοράς. οἷον ἐπεὶ οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω ἀναιροῦνται καὶ Ὑδροχόος ὑπὸ τῆς Παρθένου, ὅπερ ἐστὶν Ἑρμῆς ὑπὸ Κρόνου καὶ Κρόνος ὑπὸ Ἑρμοῦ, ἐὰν οὖν οὗτοι ἐπὶ γενέσεως διάμετροι ἢ τετράγωνοι τύχωσι λόγον ἔχοντες, καὶ κακοθανάτους ποιοῦσιν ἢ ὀλιγοχρονίους, ἐπεὶ ὁ ζωοδότης τῷ κυρίῳ τοῦ θανάτου ἠναντιώθη. εἰ δὲ ἄλλως λόγον μὴ ἔχοντες κατοπτεύωσιν ἀνοικείως ἀλλήλους, ἐναντιώματα καὶ κρίσεις καὶ ἀπαγωγὰς καὶ ἑτέρας αἰτίας ἀπαραμόνους ἐπάγουσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Ἄρεως καὶ Ἑρμοῦ τὸ αὐτὸ σχῆμα νοείσθω. οὐ βούλεται οὖν ὁ Πα λαιὸς διαμέτρους αὐτοὺς εἶναι λέγων· πᾶσα μὲν οὖν ἀντιζυγῆς στάσις ἀνατολῆς τε καὶ δύσεως οὕτινος τῶν ἀστέρων ἤ καὶ Ἡλίου καὶ Σελήνης ἐπιδίκως ἀνυέσθω. ἐγὼ δέ φημι τῶν λόγον ἐχόντων πρὸς ἀναίρεσιν ἢ καὶ πρὸς ἑτέραν τινὰ οἰκοδεσποτείαν τὰ αἴτια καθίστασθαι περί τε δόξης καὶ βίου καὶ τέλους.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἄρης Ἀφροδίτη Καρκίνῳ, Κρόνος Ἑρμῆς Λέοντι, Ζεὺς Ὑδροχόῳ, Σελήνη Ἰχθύσιν, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ θανατικὸς τόπος Ἰχθύσιν· ἐκεῖ Σελήνη, καὶ τῷ κλήρῳ Κρόνος ἐπῆν, ὁ κύριος Ἥλιος μετὰ Ἄρεως Καρκίνῳ καθύγρῳ ζῳδίῳ. ἐτελεύτα οὖν ἐν βαλανείῳ ἐν ὕδατι ἀποπνιγείς, ἠναντιώθη δὲ καὶ τῇ πανσελήνῳ Ἄρης καὶ ὁ κύριος Κρόνος ἀπόστροφος· ὅθεν καὶ ἐβιαιοθανάτησεν.

[*](6 μὲν εἰς] μέντοι S 11 προβλέπειν S 16 hic ἐπεὶ aut infra οιν eicere dubitavi 20 ποιῶσιν S 24 sc. Petosiris 28 an ⟨ἐκ〉 τῶν? λόγων S 31 Veneris signum inc. in S 33 Sors in Cancro potius)
129

Ἄλλως. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Ἰχθύσι, Κρόνος Παρθένῳ. Ζεὺς Κριῷ, Ἄρης Ταύρῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κλῆρος τῆς τύχης Ταύρῳ· Ἄρης ἐπίκειται κυριεύσας τοῦ δαίμονος καὶ ἐναντιωθείς· ὁ θανατικὸς Τοξότῃ, ἐπίκειται Σελήνη καθυπερτερουμένη ὑπὸ Κρόνου ὄντος τῷ πανσεληνιακῷ ζῳδίῳ· ὁμοίως καὶ ὁ κύριος Ἑρμῆς τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.

Ἄλλη. Ἥλιος Καρκίνῳ, Σελήνη Ἰχθύσι, Κρόνος Ἄρης Ἑρμῆς Διδύμοις, Ζεὺς Αἰγόκερῳ, Ἀφροδίτη Λέοντι, ὡροσκόπος Ζυγῷ. κλῆρος τύχης Διδύμοις· τούτοις Κρόνος Ἑρμῆς Ἄρης φρουρηθέντες ἀλλήλων ὄντες ἀναιρέται ὑπὸ Σελήνης ἐμαρτυρήθησαν, ὁμοίως δὲ καὶ ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· Ζεὺς δὲ τῷ θανατικῷ τόπῳ ἐπὼν καὶ ἀκρόνυχος γενόμενος οὐκ ἴσχυσε βοηθῆσαι. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.

Ἄλλη. Ἥλιος Ἑρμῆς Ἄρης Ζεὺς Ἀφροδίτη Αἰγόκερνῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ταύρῳ, ὡροσκόπος Κριῷ. καὶ οὗτος ἐτραχηλοκοπήθη.

Ἄλλη. Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, Κρόνος Σκορπίῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Καρκίνῳ, Ερμῆς ὡροσκόπος Αἰγόκερῳ. κλῆρος τύχης Παρθένῳ, ὁ θανατικὸς τόπος Κρίῷ· οἱ τούτων κύριοι ἠναντιώθησαν ἀλλήλοις καθύγρῳ ζῳδίῳ, ἄλλως τε καὶ ὁ Ἄρης ἐπὶ τῆς δύσεως ἔτυχεν. ὁ τοιοῦτος βαλανείῳ ἐκλυθεὶς ὠπτήθη.

Ἄλλη. Ἥλιος Ἀφροδίτη Αἰγόκερῳ, Σελήνη Καρκίνῳ, Κρόνος Ἑρμῆς Τοξότῃ, Ζεὺς Ταύρῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ὑδροχόῳ. κλῆρος τύχης Λέοντι· τούτῳ ἐπίκειται Ἄρης πυρώδει καὶ ἡλιακῷ ζῳδίῳ ἐναντιούμενος τῳ ὡροσκόπῳ· τὸν δὲ θανατικὸν τόπον καθυπερτέρησεν Κρόνος καὶ Ἑρμῆς. ὁ τοιοῦτος ζῶν ἐκάη.

Ἄλλη. Ἥλιος Αἰγόκερῳ, Σελήνη Ζυγῷ, Κρόνος Ταύρῳ, Ζεὺς Διδύμοις, Ἄρης ὡροσκόπος Καρκίνῳ, Ἀφροδίτη Ὑδροχόῳ, Ἑρμῆς Τοξότῃ. ὁ κλῆρος τῆς τύχης Ζυγῷ· τούτῳ Σελήνη ἔπεστι καθυπερτερουμένη ὑπὸ Ἄρεως ἐναντιουμένη Ἡλίῳ, ὁ θανατικὸς τόπος Ταύρῳ, Κρόνος ἔπεστιν. ὁ τοιοῦτος ἐθηριομάχησεν.

[*](3 daemon in Scorpio 12 Saturnus dominus Capricorni, ubi plenilunium, non iunctus est cum horoscopo 15 Seqq. usque ad finem libri in V f. 106v sub titulo Παράδοσις χρόνων ἀστέρων β΄ ἐπιμερισμοὶ ἐκ τῶν Κριτοδήμου (Catal. V 2 p. 52. 120). Praecedit tamen ibi geniturae exemplum, quod hic non invenitur neque huc pertinet. — ἄλλη semper om. V 17 ἐτραχηλοκοπίσθη V 19 Παρθένῳ ante Ἰχθύσιν add. S 20 τόπος om. V 21 τε Rad.] δὲ V φ τούτου S 26 πυρόδη V 27 mortis locus Pisces 28 ἐκάθη V 31 Sol Lunam e quadrato aspicit ἔσπεστιν V)
130