Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Λέοντι, Σελήνη Ἑρμῆς Παρθένῳ, Κρόνος Διδύμοις, Ζεὺς Κρίῷ, Ἅρης ὡροσκόπος Ἀφροδίτη Καρκίνῳ. ὁ κλῆρος τῆς τύχης Διδύμοις· ἐκεῖ Κρόνος κύριος τοῦ θανάτου καὶ καθυπερτερῶν Ἑρμῆν τὸν κύριον τοῦ κλήρου καὶ Σελήνην· ἄλλως τε καὶ Ἄρης τῷ θανατικῷ τόπῳ ήναντιώθη. ὁ τοιοῦτος ἑαυτὸν ἀπηγχόνησεν.

Ἄλλη. Ἥλιος Ἑρμῆς Κριῷ. Σελήνη Ἀφροδίτη Ἰχθύσι. Κρόνος Καρκίνῳ, Ζεὺς Ἄρης Ταύρῳ, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Τοξότῃ· ὁ κύριος σὺν τῷ Ἄρεῖ τῇ δύσει. ὁ θανατικὸς τόπος Καρκίνῳ· Κρόνος ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· ήναντιώθη δὲ καὶ ὁ Ἄρης τῷ ἰδίῳ οἴκῳ. ὁ τοιοῦτος ἐθηριομάχησε.

Κατελαβόμεθα δὲ ἐπὶ τῶν διαμέτρων στάσεων τοὺς κακοποιοὺς οὐκ ἐπὶ πάσης γενέσεως κατὰ πάντα βλαπτικούς, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀγαθοποιοὺς καὶ μάλιστα ἐπὶ τῶν ἐνδόξων γενέσεων, πλὴν καὶ αὐτοὺς πολλαῖς κακίαις συμπεφυρμένους. βίαιοι γὰρ οἱ τοιοῦτοι μετὰ ἀνάγκης γινόμενοι ἀνοσίοις καὶ ἀθεμίστοις πράγμασιν περιτρέπονται· ἀδικοῦσιν δὲ ἤ λεηλατοῦσιν ἅρπαγές τε καὶ ἀλλοτρίων ἐπιθυμηταὶ καθίστανται ὑψαυχενοῦντες καὶ ἀλογιστοῦντες διὰ τὴν τῆς δόξης ἐπίκαιρον εὐδαιμονίαν· τὰ γὰρ ἴδια ἁμαρτήματα ἑτέροις ἐπεισάγουσιν. ἀλλὰ καὶ θεοῦ καὶ θανάτου καταφρονοῦσιν· ἄρχουσι γὰρ ζωῆς καὶ θανάτου· ὅθεν οὐ διὰ παντὸς τοῖς τοιούτοις εὐτυχὲς διαμένει, διὰ δὲ τὴν τοῦ ἐναντιώματος στάσιν οἱ μὲν ἀπὸ δόξης εἰς ἀτιμίαν ἢ ταπεινὴν καθαιροῦνται τύχην, οἱ δὲ βιαιοθανατοῦσιν· τινὲς δὲ ὅσα ἑτέροις [*](2 Ταύρῳ S] Κριῷ V 3 καὶ om. S 5 ἐτελεύτα V 8 ὁ et τῆς om. V 9 ὁ om. S 15 θανανικῶ V τόπῳ om. V ἐναντιωθείς S 19 Ἄρει] Τοξότῃ V τῆ Ταύρῳ V 20 Σελήνης V 26 μὐτοὺς] nempe οὕτως βίοι V et supra ου 29 ὑφαυχυνοῦντος V 31 ἑταίροις V ἐπειγάοσιν Va, σα supra ει Vb)

131
ἐνεδείξαντο, αὐτοὶ πάσχουσιν τιμωρούμενοι καὶ κολαζόμενοι καὶ μεμφόμενοι τὴν προγενομένην τῆς δόξης ἀνωφελῆ φαντασίαν. ἃ γὰρ μετὰ πόνου καὶ μερίμνης καὶ βίας καὶ χρόνῳ συνεσώρευσαν, τούτων στιγμῇ ἀφαιρεθέντες λυποῦνται ἢ ἑτέροις ἄκοντες συνεχώρησαν. ἐπακολουθεῖ γὰρ τούτοις σὺν τῇ ἀβεβαίῳ τύχη νέμεσις χαλιναγωγὸς φθόνος ἐπιβουλὴ προδοσία λύπη μέριμνα φθίσις σώματος, ὡς καὶ βουλομένους ἀπαλλάττεσθαι τῆς ματαίας εὐδαιμονίας μετρίαν μεταμφιασαμένους τὴν τύχην μὴ δύνασθαι, πάσχειν δὲ ὅσα ἡ πεπρωμένη ἄκοντας ἐβιάσατο.

Κατʼ ἀμφότερα δὲ αἱ διάμετροι στάσεις κριθήσονται, μία μὲν ὅταν ἀστὴρ ἀστέρα διαμετρήσῃ ἤ ὡροσκόπον, ἑτέρα δὲ ὅταν ἴδιον οἷκον ἢ τρίγωνον ἢ ὕψωμα διαμετρῇ· καὶ οἱ κύριοι δὲ τῶν τριγώνων ἢ τῶν αἱρέσεων ἑαυτοῖς ἐναντιούμενοι κάκιστοι καὶ ἀβέβαιοι περὶ τὸν βίον γενήσονται.

[*](3 an [καὶ] χρόνῳ? 6 χαληναγωγὸς V 9 ἐθιάσαντο V)