Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁ περὶ τέκνων τόπος ὃς λαμβάνεται ἀπὸ Ἑρμοῦ καὶ ὅς --- σκεπτέος. κακωθέντες μὲν οὖν ὑπὸ Κρόνου καὶ Ἄρεως ἀτεκνίας εἰσὶν αἴτιοι ἢ ἀναιρέσεως τέκνων, ὑπὸ δὲ Διὸς βοηθούμενοι εὐτεκνίας εἰσὶν αἴτιοι. σκεπτέον οὖν καὶ τὸν κληρικὸν οἰκοδεσπότην τῶν τέκνων, ὃς οὕτως εὑρίσκεται. περὶ μὲν ἀρρενικῶν ἀπὸ Διὸς ἐπὶ Ἑρμῆν. περὶ δὲ θηλυκῶν ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ τοίνυν κύριος τοῦ περὶ τέκνων μαρτυρούμενος ὑπὸ φθοροποιοῦ ἀναιρεῖ τέκνα, ὑπὸ δὲ τῶν διδόντων τὰ τέκνα εὐτεκνίας ἐστὶ δηλωτικός. Πετόσιρις δέ, ὅταν Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἑρμῆς μὴ κακωθῶσιν, εὐτεκνίας δηλωτικοί· ὅταν δὲ ἐναλλάξ, θρήνους καὶ θανάτους περὶ τέκνα ποιοῦσιν. ὅσοι τοῖς διδοῦσι τὰ τέκνα μαρτυροῦσιν ἀπὸ δισώμων ζῳδίων ἢ καὶ αὐτοὶ δισώμοις εἴησαν, διπλασιάζεται ἀριθμός. οἱ θηλυκοὶ ἀστέρες τῷ τεκνοδότῃ μαρτυροῦντες θηλυκὰ διδοῦσιν, οἱ ἄρρενες ἄρρενα. ἐπὶ ἀρσενικῆς γενέσεως, ἐὰν ὁ τοῦ Διὸς τύχῃ μετὰ Ἄρεως οἰκοδεσποτῶν ἡ οἰκοδεσποτούμενος ὑπὸ Ἄρεως καὶ ὁ τοῦ Κρόνου μαρτυρῇ τῇ Ἀφροδίτη ἢ οἴκῳ αὐτῆς εἴη, ἀτεκνίας δοτικὸν τὸ σχῆμα καὶ τὰ γενόμενα ἀποβαλοῦσιν. ἐπὶ δὲ θηλυκῆς γενέσεως, ἐὰν Σελήνη Ἑρμοῦ τόποις τύχη, ἡ δὲ Ἀφροδίτη ἀρρενικῷ ζῳδίῳ ὑπὸ Κρόνου μαρτυρηθῇ ἢ οἰκοδεσποτηθῇ, ἄτεκνοι γίνονται ἢ τὰ γεννώμενα διαφθείρουσιν. ἐὰν Ζεὺς βλέπη τὴν Σελήνην ἢ τὴν Ἀφροδίτην, Σελήνη δὲ Ἑρμοῦ τόποις ᾖ, Κρόνος δὲ διαμετρῇ ἢ μεσουρανῇ, Ἄρης δὲ ἐπιμαρτυρῇ Κρόνῳ, αὗται μονοτοκοῦσιν [*](1 nempe ἁρπάγιμος 3 ἁλωσηται V 8 σαφέστερος V 10 nolui καὶ ὣς 14 ὃς] ὡς V 18 fr. 22 20 ὅσοι] nempe εἰ 24 οἰκοδεσποτῶν sc. Martis, nisi delendum est 31 δὲ add. Vb διαμετρεῖ — μεσουρανεῖ V)

123
ἢ στειροῦνται. Ἀφροδίτη ἐπιμαρτυρουμένη ὑπὸ Διός, κακωθεῖσα δὲ ὑπὸ Κρόνου δυσκόλως κἀν ἑνὸς δίδωσι παιδοποίησιν· εἰ δὲ καὶ συγκακωθῇ ἡ Σελήνη, παντελῶς ἄπαιδες γίνονται. Κρόνος Ἄρης μεσουρανοῦντες ἢ ἀντιμεσουρανοῦντες ἀτέκνους ποιοῦσιν, εἰ μή πως ὑπὸ ἀγαθοποιοῦ μαρτυρηθῶσι.

Ἥλιος ὡροσκοπῶν ποιεῖ ὀλιγαδέλφους ἢ σπαναδέλφους· Κρόνος ἐπίκεντρος δύνων ποιεῖ σπαναδέλφους ἢ ὀλιγαδέλφους· Ζεὺς καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἐπίκεντροι δοτῆρες εἰσὶν ἀδελφῶν· Κρόνος δὲ ἐναντιωθεὶς ἀνελεῖ πρεσβύτερον. Κρόνος μετὰ Ἄρεως τυχών ὀλεθρεύει ἀδελφούς ἢ ἀσθενικούς ποιεῖ. τῳ τρίτῳ τόπῳ τοῦ ὡροσκόπου, ὅς ἐστι περὶ ἀδελφῶν, οἰκειουμένη μὲν Ἀφροδίτη καὶ Σελήνη ἀδελφὰς δώσουσι, καὶ μάλιστα ἐὰν θηλυκὸν ᾖ τὸ ζῴδιον. ἐὰν δὲ Ἥλιος Ζεὺς Ἑρμῆς ἀρρενικῷ ζῳδίῳ τύχωσιν, ἄρρενας διδοῦσιν. οἱ δὲ φθοροποιοὶ τὸν περὶ ἀδελφῶν τόπον μαρτυρήσαντες, εἰ μὲν ᾖ κακῶς κείμενος, τοὺς γενομένους ἀδελφοὺς ἀνελοῦσιν ἢ καὶ ἀναδέλφους ποιοῦσιν ἢ ὀλιγαδέλφους· οἱ ἀγαθοποιοὶ τῷ περὶ ἀδελφῶν τόπῳ μαρτυροῦντες οὐ μόνον διδόασιν ἀδελφούς, ἀλλὰ καὶ ἐπʼ ἀγαθῷ ποιοῦσιν. ὁ τοῦ Ἀρεως χρηματίζων τῷ περὶ ἀδελφῶν καὶ καλῶς κείμενος μάλιστα ὑπὸ ἀγαθοποιοῦ μαρτυρούμενος καὶ μάλιστα τὴν Σελήνην ἐπιβλέπων ἀδελφοδότης γίνεται. τινὲς δὲ κληρικῶς λαμβάνουσι τὸν περὶ ἀδελφῶν τόπον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Δία, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου.

Ἡ δὲ ἀντιζυγία Ἡλίου καὶ Σελήνης οὐκ ἀεὶ χαλεπή· ἐπὰν δὲ κακοποιὸς ἐπιὼν τὴν φάσιν ἐπίδῃ ἢ καὶ λόγον αὐτῶν ἐχόντων ἀκτινοβοληθῇ, τότε χαλεπὴ καθίσταται. ὅθεν καὶ αἰ πανευδαίμονες γενέσεις οὐ μέχρι τέλους τὸ εὐτυχὲς ἐκληρώσαντο, ἀλλὰ περί [*](10 ἀνελεῖ Κρόνος δὲ ἐναντ. πρεσβ. Va lineolis adpositis eum quem dedi ut vid. ordinem restituit Vb 11 ὀλοθρεύει V 14 τυχόντες V nolui addere ὦσιν 27 sq. nempe ἔχων ἀκτινοβολῇ 28 πάνῦ εὐδαίμονες fort Vb)

124
τινα τόπον ἀστέρος οἰκοδεσποτεία παραπεσοῦσα ἢ καὶ ἐναντιωθεῖσα τὸ δυστυχὲς παρέσχεν. ἔδοξεν οὖν τὸν τόπον τοῦτον ἐκ πλήρους συντεταχέναι ὁ Πετόσιρις, εἰ καὶ μυστικῶς ἀποκέκρυφε λέγων. ἀρχὴ τέλος κράτη σις τῶν ὅλων διοπτευτηρίων ὁ καθʼ ἐκάστην γένεσιν ἀστὴρ οἰκοδεσποτῶν, ὅστις πρόδηλα ποιεῖ τοὺς γεννωμένους οἵτινες ἕσονται τοῦ βίου τε ὑπόστασιν ὁποίαν τινὰ ἔξουσι, τοῖς τρόποις τε ὁποῖοι, σώματος μορφῆς τύπον, ἂ πάντα τούτῳ κατακόλουθα γίνεται. τούτου δ᾿ ἄνευθεν οὐδέν, οὔτε πρᾶξις οὔτε δόξα, προσπάρεστιν οὐδενί. πῶς γὰρ δυνατὸν περὶ ἕνα ἀστέρα οἰκοδεσποτείας γενομένης ἐν πᾶσιν εὐτυχῆσαι τὴν γένεσιν ἢ τοὐναντίον δυστυχῆσαι; ἀλλὰ καθολικῶς μὲν τῆς ἀρχῆς ὑποστάσεως δ τῶν ἐπισήμων καὶ μέσων καὶ ταπεινῶν γεννῶν ἕτερος εὑρεθήσεται ἢ τῶν λοιπῶν παρέξει δύναμιν, πρὸς δὲ τὰ λοιπὰ ἕτερος. εὑρίσκομεν δέ τινας περὶ μὲν τὸν βίον καὶ δόξαν εὐτυχοῦντας καὶ συγκεκοσμημένους τῇ φαντασίᾳ τοῦ δοκοῦντος οἰκοδεσπότου οἰκείως ἐσχηματισμένου, περὶ δὲ τέκνα καὶ γυναῖκας δυστυχοῦντας ἀσελγεῖς τε καὶ ἐπαίσχρους γενομένους καὶ μιαίνοντας τὸν βίον καὶ θρυλλουμένους ὡς ἀναξίους τῆς τοιαύτης ὑποστάσεως, τινὰς δὲ καὶ ὑστέρου καθαιρουμένους ἢ βιαιοθανατοῦντας. οὐκ ἄρα ἐν πᾶσιν εὐτυχὴς ὁ γεννώμενος οὐδὲ κατὰ ἀκολουθίαν τοῦ οἰκοδεσπότου ταῦτα γέγονεν, ἑτέρα δὲ οἰκοδεσποτεία κακωθεῖσα ἠμαύρωσε τὴν δόξαν ἐπεισενεγκαμένη πολλὰς αἰτίας. ἄλλους δὲ ἀπὸ ταπεινῆς καὶ ἀδόξου τύχης καταλαμβάνομεν εἰς ἀνυπέρβλητον καὶ δυσέλπιστον ὑπόστασιν χωροῦντας· τινὰς δὲ περὶ μὲν τέκνα καὶ γυναῖκας εὐτυχοῦντας, περὶ δὲ τὸν βίον ἐνδεεῖς· ἄλλους δὲ εὐδαίμονας μὲν περὶ τὴν ὕπαρξιν, ἀδόξους δὲ καὶ ἐπισινεῖς· ἑτέρους δὲ πολυχρονίους μέν, ἐπιμόχθους δὲ καὶ λελωβημένους· τινὰς δὲ πολυκτήμονας μέν, ὀλιγοχρονίους δὲ ἢ φθισικούς μὴ δυναμένους δὲ τῶν παρόντων μεταλαμβάνειν. ἕτερος οὖν ὁ ζωοδότης ἐγένετο καὶ ἕτερος τῆς ὑπάρξεως καὶ τοῦ θανάτου κύριος.

Ἀλλʼ ἐρεῖ τις, ὅτι ὁ οἰκοδεσπότης παραπεσών ὀλιγοχρόνιον ἐποίησε τοιγαροῦν παραπεσὼν οὔτε εὐδαίμονα βίον ὤφειλε μετρῆσαι, [*](2 sq. διεκπλήρους Va διεκπλῆρες Vb? ὁλοκλήρως Usener 3 fr. 24 Riess 7 τοὺς τρόπους Riess 8 μορφὴν Riess in ἄπαντα (sic) dea. V f. 96v 10 Petosiridis verba quo usque pertineant incertum 14 γενῶν Sa possis ἕτερος ⟨κύριος⟩ ἤ—δύναμιν otiosa 15 ἑτέρων S 20 βιαιοθανατοῦντες S 23 ἐπεισενεγκαμένην S 30 dele δὲ aut scr. τε 31 possis ⟨ὁ⟩ τῆς)

125
οὔτε ὑποτακτικὸν οὔτε ταπεινὸν γεννήσαντα τὸν οἰκοδεσπότην ἐχρῆν λαμπρὸν καὶ ἐπίσημον ὑστέρου κατασκευάσαι, οὐδὲ τὸν καλῶς ταχθέντα μηδεμιᾷ κακουργίᾳ συμφύραντα βιοθάνατον ἢ κατάδικον --- ὅλως σχηματισθείς· ἀλλʼ ἥττονα μὲν γεννᾶ ὁ παραπεσὼν, ὁ δὲ τῆς δόξης καὶ τοῦ βίου κύριος ἐπίκεντρος εὑρεθεὶς καὶ παραλαβών τοὺς χρόνους λαμπρὸν κατασκευάσει. οὕτω καὶ ὁ τὸν εὐδαίμονα γεννήσας καὶ ἐπίκεντρος εὑρεθεὶς ἢ ἐν χρηματιστικοῖς τόποις διαφυλάσσει ἕως τῶν ἰδίων χρόνων, καθυπερτερηθεὶς δὲ ἢ διαμετρηθεὶς ὑπὸ τοῦ τὸ πάθος ἢ τὸ σίνος ἢ ἑτέραν τινὶ κακωτικὴν αἰτίαν μερίζοντος καὶ ἀντιπαραχωρήσας ἐξασθενήσει τῆς ἰδίας δυνάμεως. καὶ ἕτερα δὲ πλεῖστα ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐξαίρετα εἴωθε γίνεσθαι, ἅτινα οὐ διὰ μιᾶς οἰκοδεσποτείας οὐδὲ πραγματείας συνίσταται, ἀλλὰ διὰ πολλῶν. Ἐὰν οὖν τις ἀκριβῶς διεξιχνεύσῃ τοὺς τόπους καὶ τὰς οἰκοδεσποτείας, εὐκατάληπτον ἕξει περὶ ὃ εὐτυχεῖ μέρος ἡ γένεσις καὶ περὶ ὃ δυστυχεῖ, ὅσοι οὖν λόγον ἔχοντες ἀστέρες ἤτοι περὶ βίον ἢ ζωὴν ἢ σίνος ἢ πάθος ἢ πρᾶξιν ἢ καὶ περὶ τὰ λοιπὰ ἐπὶ ἑνὸς κακωθῶσι, περὶ ἐκεῖνο τὸ εἶδος καταβλάπτουσι τὴν γένεσιν. μᾶλλον μὲν οὖν εὑρίσκομεν τὸν συγγραφέα μιὴ χρώμενον μιᾷ δυνάμεως οἰκοδεσποτείᾳ· τὸ γάρ λέγειν ὁ μὲν γὰρ ἐπέχει πρᾶξιν, ὁ δὲ ὕπαρξιν χρόνων, ὁ δὲ μονὴν ἢ μετατροπήν, ὁ δὲ φθίσιν· καί· προκατοπτευόμενος τῆς συνοδικπης τοπογραφίας ἢ πανσεληνιακῆς ἀποχωρήσεως, ἧσπερ καὶ τὰ ὅλα ἀνήρτηται πρός τε τὰ κέντρα καὶ τὰς τούτων ἐπαναφοράς· καί· σκοπεῖν δὲ δεῖ τὸν ἐναρχόμενον γενεθλια λογεῖν δύσεως προδύσεως ἐπικαταδύσεως τόπον· ἐν γὰρ τούτοις εὑρίσκεσθαι τὴν πεπρωμένην τελευτήν· καὶ ἄλλα δὲ πολλά. δεῖ οὖν ἕτερον μὲν τόπον περὶ πράξεως λαμβάνειν καὶ δόξης, ἕτερον δὲ περὶ ζωῆς, ἕτερον περὶ σίνους καὶ πάθους καὶ θανάτου. οὐκ ἄρα οὖν πάντα ἑνὶ οἰκοδεσπότῃ κατακόλουια γενήσεται· εὐλόγως οὖν καὶ ἡμεῖς διὰ πολλῶν δυνάμεων τὰς ἀποδείξεις ποιούμεθα.