Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τί σημαίνει ἑκάστη φάσις καὶ ποῖον ἔχει ἀποτέλεσμα.

Ὑποτάξομεν δὲ καθώς καὶ εἰς ἀποτελεσματογραφίαν λαμβάνεται τὶ προκείμενα σχήματα καὶ τίνι θεῷ προσῆκεν. ἡ μὲν οὖν σύνοδος δηλοῖ περὶ δόξης καὶ δυνάμεως καὶ βασιλικῶν καὶ τυραννικῶν διαθεμάτων καὶ πάντων τῶν ταῖς πόλεσιν ἀνηκόντων δημοσίων πράξεων καὶ περὶ γονέων καὶ γάμων καὶ μυστηρίων καὶ τῶν καθολικῶν καὶ κοσμικῶν πάντων· ὁμοίως καὶ ὁ κύριος τῆς συνόδου καὶ τοῦ πλάτους καὶ τοῦ δρομήματος· ἡ δὲ ἀνατολὴ τῆς Σελήνης, ὅπερ καὶ φῶς λέγεται, καὶ ὁ ταύτης κύριος εἰς τὸν περὶ ζωῆς καὶ περὶ πράξεως καὶ περὶ ὑποστάσεως μελλούσης καὶ βεβαιοῖ τὰς τῆς συνόδου πράξεις. καὶ καθάπερ ἀπὸ τῆς πρώτης όψεως τὰ μηνιαῖα θεωρεῖται καὶ κοσμικά κινήματα, οὕτως ὁ κύριος τοῦ φωτὸς τὰ καθολικὰ ἀποτελέσματα δείκνυσι· συνεπισχύει δὲ καὶ Ἑρμῆς ἕως δ΄ Σελήνης. ἡ δὲ μηνοειδὴς σύστασος τὴν ἀνατροφὴν καὶ τὰ ἐλπιζόμενα βίῳ σημαίνει καὶ περὶ γυναικῶν καὶ μητρός· ἐπισχύει δὲ Ἑρμῆς ἕως η΄. ἡ δὲ διχότομος σύσταθις περὶ σίνους καὶ πάθους καὶ τῶν βιαίων συμβαινόντων ἔτι δὲ περὶ τέκνων καὶ ἀξίας καὶ τῶν μελλόντων ἀγαθῶν· συσχηματίζεται δὲ Ἀφροδίτη, ἕως γένηται ιβ΄. ἡ δὲ ἀμφίκυρτος φάσις περὶ εὐδαιμονίας καὶ μελλούσης προκοπῆς καὶ ἀποδημίας καὶ συμπαθείας συγγενῶν. συνομοιοῦται δὲ Ἥλιος, ἕως γένηται ιδ΄ ἡ δὲ πανσέληνος περὶ δόξης καὶ ἀδοξίας καὶ ἀποδημίας καὶ περὶ τῶν βιαίως γινομένων καὶ περὶ τῶν ὑπεροχῆς ἐκπιπτόντων καὶ ἐλαχίστου αὐξομένων καὶ περὶ συμπαθειῶν καὶ παθῶν καὶ ἀντιπολιτειῶν καὶ γονέων συμπαθείας· ἔχει δὲ καὶ τοῦ δυτικοῦ ζῳδίου χρῶμα· ὁ δὲ πρῶτος κύριος τῆς μειώσεως τοῦ φωτὸς περὶ ἐλαττώσεως τῶν ὑπαρχόντων καὶ ψύξεως πρακτικῆς καὶ τῶν εἰς ταπείνωσιν ἐρχομένων καὶ περὶ αἰφνιδίων πτωμάτων. ἰσοδυναμεῖ δὲ τῇ ἐπικαταδύσει· Ἄρης κύριος ἕως κα΄ Σελήνης. ἡ δὲ ἀμφίκυρτος δευτέρα σημαίνει περὶ ξενιτειῶν καὶ πράξεως μείζονος καὶ περὶ εὐδαιμονίας· ἰσοδυναμεῖ δὲ τῷ θεῷ· Ζεὺς κύριος, ἕως γένηται κε΄ ἡ Σελήνη. ἡ δὲ δευτέρα διχότομος περὶ παλαιῶν πραγμάτων καὶ πολυχρονίων παθῶν καὶ περὶ τέκνων ἰσοδυναμεῖ [*](3 fort. προσήκει 10 verbum deesse videtur velut χρηματίζει 14 i. e. τεταρταίας et sic deinceps accipiendum ὁ δὲ μ. σύστασιν S 17 possis βιαίως 21 συνομοιοῦνται S 25 nempe ⟨τό⟩ τοῦ καὶ suspectum) 28 παπεινωσῶν S 29 τὴν S 30 πράξεων S 33 haec fort. lacunosa)

108
γὰρ Κρόνος, ἕως γένηται λ΄. ὁ δὲ τῆς μηνοειδοῦς κύριος σημαίνει περὶ θανάτου γυναικὸς καὶ περὶ ἀπραξίας ἢ διαρπαγῆς· τουτέστιν ἡ δύσις περὶ δεσμῶν καὶ συνοχῶν καὶ ἀποκρύφων πραγμάτων καὶ κατακρίσεως καὶ ἀτιμίας· καὶ ἡ μὲν τῆς Σελήνης τῶν ὀχημάτων τάξις οὕτως, τὰ μέντοι συγκρινόμενα τοῖς ε΄ θεοῖς καὶ Ἡλίῳ ἀδέτοις κέντροις.