Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὰ δὲ ἤθη τῶν γονέων ἐκ τῶν συσχηματιζομένων ἀστέρων ληπτέον. Κρόνος μὲν γὰρ δείξει στυγνούς φθονερούς βαθυπονήρους καχυπόπτους ῥυπαρούς κρυπτούς πάθεσι περικυλιομένους, ἀπρεπεῖς ἁλισκομένους περὶ τε τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραντικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παραβόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις ἐπὶ δὲ τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὐφʼ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγαθοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικούς λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἀρσενικῷ ζῳδίῳ κείμενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ τὸν πατέρα, δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνειμένον καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀστέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον τὴν μητέρα δείκνυσιν· θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα.

Ἄρης καὶ Κρόνος μεσεμβολήσαντες τὰ φῶτα ἢ μέσοι πεσόντες ἢ τῶν ὑποδεξαμένων αὐτοὺς ἢ ταῖς ἀκτῖσιν αὐτῶν χωρίζουσι τοὺς γονεῖς. ὅταν τῶν φωστήρων ὁ μὲν καθʼ αἵρεσιν παραπέσῃ ὁ δὲ παῤ αἵρεσιν καὶ φθοροποιὸς τῷ ἑτέρῳ συμπαρῇ. χωρίζει τοὺς γονεῖς. Κρόνος μεθʼ Ἡλίου κείμενος καὶ Σελήνης ἀλλοτριουμένης χωρίζει τοὺς γονεῖς. ἐὰν ὁ τοῦ ὡροσκόπου κύριος κρηματίζῃ καὶ ὡροσκόπος ᾖ κεκακωμένος καὶ ὁ συνοικοδεσπότης αὐτοῦ [*](5 possis κρυπτοῖς 6 ἀναλισκομένους S 7 ἀνημένους S 8 ἐπεράστας S 10 τῆ ⦅ S τῆ ?? S 12 an del. ἤ? 13 μαρτυροῦσι S 15 κοινωνικάς S 29 ὑποδειξαμένων S scr. τοῖς ὑποδεξαμένοις aut τὰς ἀκτῖνας)

105
παραπεπτωκώς, οἱ τούτων γονεῖς χωρισθήσονται καὶ αὐτὸς πολλὰ ἀκαταστατήσει καὶ δυστυχήσει καὶ τὰ τῶν γονέων ἐλαττωθήσεται. συμφωνοῦσι δὲ οἱ γονεῖς, ὅταν τὰ φῶτα καὶ οἱ οἰκοδεσπόται αὐτῶν συμφώνως πρὸς ἀλλήλους ἔχωσιν. ὅταν ὁ τοῦ Ἡλίου ὑποδοχεὺς συμφώνως ἔχῃ πρὸς τὴν Σελήνην, ὁ δὲ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, συμφωνοῦσιν οἱ γονεῖς.

Ὀπότερος τῶν φωστήρων παῤ αἵρεσιν κείμενος ἡ καὶ ὑπὸ φθοροποιοῦ ἀθετηθεὶς ἢ δεκατευόμενος καὶ συνάπτων αὐτῷ ἢ διαμετρούμενος, ἢ ὃς ἂν πρῶτος ἐπὶ τὴν δύσιν φέρηται ἢ οὗ ἂν ὁ τόπος χεῖρον διάκειται, προτελευτήσει. ἐὰν αὐξομένη ᾖ ἡ Σελήνη καὶ συνοδικὴ ἡ γένεσις καί τις φθοροποιῶν ἐπίδῃ τὴν πρώτην πανσέληνον, μὲν θηλυκῷ ζῳδίῳ γενομένη δηλώσει μητρὶ προτελευτήν, δὲ ἀρρενικῷ πατρός. ἐὰν δὲ πανσεληνιακὴ ᾖ γένεσις, τὴν μέλλουσαν σύνοδον σκεπτέον· οὖν θηλυκῷ ζῳδίῳ κακοποιοῦ ἐπιδόντος αὐτὴν προτελευτήσει ἡ μήτηρ· ἐὰν δὲ Ἥλιος, ὁ πατήρ. ἐὰν δὲ ὁ Ἥλιος τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχῃ, ἐπὶ πλεῖστον ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Κρόνου ἀπὸ κέντρου ἀπορρέοντος, ἐὰν Ἄρης ἐπιφέρηται καὶ ἐπιμαρτυρῇ τις αὐτῶν τῷ Διὶ ἡ τῷ Ἥλίῳ, ἐπὶ ξένης ὁ πατὴρ τελευτήσει. ἐὰν ἡμερινῆς νῆς οὔσης τῆς γενέσεως Σελήνη ὑπὲρ γῆν κακωθῇ ἢ ἀποκλινούσης Σελήνης φθοροποιὸς ἐπιφέρηται ἢ περὶ τὴν Ἀφροδίτην αἱ αὐταὶ κακώσεις γένωνται, ἡ μήτηρ προτελευτήσει. ἐὰν ὁ τοῦ Ἡλίου οἰκοδεσπότης καὶ ὁ Ἥλιος μὴ βλέπη τὸν ὡροσκόπον, ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Ἥλίου κακωθέντος ὑπὸ φθοροποιοῦ καὶ Διὸς καθυπερτερουμένου ὁ πατὴρ βιαιοθανατήσει. Κρόνου μὲν οὖν μόνου κακώσαντος τοὺς προειρημένους ἀστέρας πνιγμοὶ ἢ ὑδρωπίαι ἢ ῥεύματα ἢ ψύξεις ἢ φαρμακοποσίαι ἢ ναυάγια ἢ παλαιὰ πράγματα σἴτια τῆς τελευτῆς γίνεται, Ἄρεως δὲ μόνου κακώσαντος τομὴ σιδήρου ἢ δηγμὸς ἢ πολυαιμία ἢ φθορὰ ἢ ὠμοτοκία ἢ ἐμπρησμὸς ἢ πτῶσις, ἀμφοτέρων δὲ χείρων ἡ βία κατὰ τὴν ἐπιβάλλουσαν τῆς κλίσεως συμπλοκήν.

Ἐνδιάφοροι δὲ περὶ γένος καὶ ὑποτακτικαὶ ἢ καὶ εὐγενεῖς γενέσεις καταλαμβάνονται ἀπὸ τῶν τῆς γενέσεως φάσεων. ἐὰν [*](5 nempe ὅ τε τῆς ⦅ πρὸς τὸν τοῦ Ἥλίου 8 an ἐθρηθείς? 9 possis etiam ⟨ἐὰν⟩ ὁπότερος . . . . ᾆ, ὃς ἄν φαίνηται S 10 ἀξομένη S 11 aut τις ⟨τῶν⟩ aut φθοροποιὸς 13 ἐν] ἐὰν S 17 ἀπὸ] ἐπὶ S 26 πνιγμόν?  S 27 ὑδρωπικαὶ S 28 μόνον ? S 30 χεῖρον S)

106
γὰρ ζῴδιον τῆς φάσεως ἢ ὁ κύριος τοῦ ζῳδίου παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἀγεννέστεροι γενήσονται ἢ καὶ δόξῃ γενόμενοι καὶ πίστει καθαιρεθήσονται· ἐὰν δἒ ἐπίκεντρος ἡ φάσις εὑρεθῇ καὶ ὁ κύριος ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος, εὐγενεῖς καὶ ἔνδοξοι γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος χρηματιστικοῖς ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀχθέντες ἐναντιώμασι καὶ ὑποταγαῖς καὶ ἐνδείαις περιτραπήσονται. ἐὰν δὲ ὁ μὲν κύριος χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, τοῖς πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ --- ἐνεχθέντες ὑστέρου ἐλευθερίας καὶ προκοπῆς καὶ γένους ἐντὸς γενόμενοι εὐπορήσουσι καὶ δοξασθήσονται, μάλιστα δὲ κἂν ἀγαθοποιοὶ προσνεύσωσιν. ἐὰν δὲ καὶ ὁ τόπος καὶ ὁ κύριος παραπέσῃ καὶ ἀμφότεροι ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἔκθετοι ἢ αἰχμάλωτοι γενόμενοι ὑποταγῆς πεῖραν λήψονται· ἐὰν δὲ τούτων ὄντων ἀγαθοποιοὶ συμπροσγένωνται ἢ συνεπιμαρτυρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἀπολυθέντες περιουσίᾳ γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν φρουρηθῇ, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες ἐλεύθεροι τραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιίαν χωρήσουσι· τοὐναντίον δὲ τοῦ μὲν τόπου ὑπὸ ἀγαθοποιῶν φρουρουμένου, τοῦ δὲ οἰκοδεσπότου ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δουλείαν ἀνατραφήσονται εἰς τέλειον τῆς ἀκμῆς καταντήσαντες ἑαυτοὺς ἐκδότους ὑποταγαῖς παραδώσουσιν ἢ διὰ τροφῆς ἔνδειαν ἢ πίστεως καὶ πράξεως ἀφορμήν.