Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀκριβέστερον δὲ βουλόμενος τὸν περὶ εὐδαιμονίας τόπον βεβαιῶσαι ἐπάνειμι εἰς τὸν κλῆρον τῆς τύχης ὄντα ἀναγκαιότατον καὶ δυναστικὸν τόπον, καθὼς καὶ ὁ βασιλεὺς ἐναρχόμενος ἐν τῇ ιγ΄ βίβλῳ μυστικῶς ἐδήλωσε λέγων· εἶτ᾿ ἐχομένως δεήσει τοῖς ἡμέρας γεννωμένοις σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην, ἔμπαλιν δὲ ἀφ᾿ ὡροσκόπου ἰσότητα τάσσειν καὶ τὸν ἀποβάντα τόπον συνορᾶν, οὕτινος τέτευχεν ἀστέρος καὶ τίς ἢ τίνες ἐπὶ τύτου πρόσεισι, τά τε τετράγωνα ἢ τρίγωνα παντάπασιν ὡς κατηστέρηται. ἐκ γὰρ τῆσδε τῆς τῶν τόπων συγγνώσεως πρόδηλα κρινεῖς τῶν γεννωμένων τὰ πράγματα. ὁμοίως δὲ καὶ ὁ [*](1 fort. 〈μὲν〉 τών 2 μεταβολὴ M 4 στραταρχίας M nempe 〈καὶ κροστασίας〉 ὀχλ. 5 χρηματικοῖς τρόποις S 6 φόβοις καὶ ἀπολογίαις S ἀντιλογίαις καὶ φόβοις M 7 possis ποιεῖ vel δίδωσι καὶ ἐμφόβους (εὐφ. S) om. M 11 ἐφέξωσιν M 13 τῷ] ὧ SM 16 καὶ om. M 19 om. M 20 τόπων S 21 ὄντα om. S 22 δυνατικὸν M 22—28 fort. τῆς ιγ΄ βίβλου cf. fr. 19 R. (Val. III 14) et Val. IV pr. et c. 1 23 εἶτ᾿ ἐχ.] ἐπεχομένως SM 25 πάλιν δὲ ἀφορῶν ἰσ. S 27 τοῦτον M τούτων S 28 Δ ἥ □ M κατιστόρηται M 29 προγνώσεως M trimetrorum vestigia subease videntur 30 κρίνειν S)

60
Πετόσιρις ἐν τοῖς ὅροις ἐδήλωσε τὸν τόπον, ἄλλοι δ᾿ ἄλλως διαλαμβάνουσιν, δν καὶ ἡμεῖς ἐκθησόμεθα ἐν δέοντι καιρῷ καὶ ἄλλας ἀγωγὰς δηλούσας εἰς τὸν περὶ εὐδαιμονίας λόγον. νυνὶ δὲ περὶ τοῦ προκειμένου λεκτέον.

Κρόνος τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον οἰκοδεσποτήσας μὴ ἐναντιουμένου τοῦ Ἀρεως· ὁ τοιοῦτος εὐδαιμονήσει περὶ τῆς ὑπὸ Κρόνου μεριζομένης πράξεως· ἐὰν δὲ ὑπὸ Διὸς μαρτυρηθῇ, διπλασίονα· ἐὰν δὲ Ἀφροδίτης, διὰ γυναικὸς ἢ ἀσπέρμου· ἐὰν δὲ ὁ τοῦ Ἄρεως αὐτῷ συνῇ ἢ ἐναντιωθῇ, ὁ τοιοῦτος ἐν ταραχαῖς καὶ ἐναντιώμασιν ἔσται· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ αὐτῷ συνωροσκοπήσῃ. ὁ τοιοῦτος ταῖς ἀκοαῖς παραποδισθήσεται. Ζεὺς τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπήσας εὐτυχεῖς ἄγαν ἀπὸ νεότητος ἀποτελεῖ· ἐὰν δὲ Ἄρης παρῇ ἢ ὁμόκεντρος ἢ τρίγωνος, ἐν λαμπραῖς στρατείαις προκόψει καὶ βίου περίκτησιν οἴσει· ἐὰν δὲ καὶ Κρόνος προσγένηται, ἐν ὑπεροχαῖς γίνονται· εἰ δὲ καὶ Ἀφροδίτη, ἔτι μᾶλλον· ἐὰν δὲ καὶ Ἑρμῆς, ἐν λήψεσι καὶ δόσεσι γίνονται. Ἀρης λαχὼν τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπῶν ποιεῖ ὅρμησιν ἐπὶ στρατείαν ἐὰν δὲ καὶ Ζεὺς μαρτυρήσῃ, ἐν ἀξίᾳ προκόψει· ἐὰν δὲ καὶ Ἀφροδίτη, ἐν ἀξίαις οὐ ταῖς τυχούσαις γίνονται· ἐὰν δὲ καὶ Ερμῆς συμπαρῇ, μόνος παρακαταθήκην λαβὼν ἀρνήσεται· ἐὰν δὲ καὶ Ζεύς, ἀπὸ πολλῶν πολλὰ περικτήσεται, μετὰ δὲ τὸν θάνατον εἰς βασιλικὰ χωρήσει. Ἀφροδίτη τὴν ὥραν ἢ τὸν κλῆρον λαχοῦσα μεγάλα ἀγαθὰ σημαίνει καὶ μεγαλοδόξους ποιεῖ· ἐὰν δὲ συμπαρῇ Ἑρμῆς, μουσικοὺς ποιεῖ· τούτων οὕτως ἐχόντων Κρόνος διαμετρήσας αὐτοὺς ἢ καθυπερτερήσας ἐστέρησε τῶν ὑπαρχόντων. Ἑρμῆς τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον ὡροσκοπήσας ποιεῖ εὐτυχεῖς· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπροσγένηται ἢ τετραγωνίσῃ, κριτηρίων καὶ πόλεων ἀρχὰς ἕξουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου τοῖσδε συμπροσγένηται, διπλασίονας τάς τε ἀρχὰς καὶ τιμάς καὶ τὰ ἀγαθὰ [*](2 διαλαμβάνωσιν S ὅν M] ὧν S 3 δηλούσας om. M dele εἰς τόπον ἢ λόγον M 5 inscr. om. M 6 ὁ ђ S ὡροσκοπήσας, MS 7 ἐναντιούμενος ♂ S 9 δὲ καὶ ♀ S non opus 〈ὑπὸ〉 Ἀφρ. ἢ ἀσπέρμου om. S 10 αὐτῷ om. M 12 ἢ S] καὶ M 13 ῥροσκοπῶν S ut vid. 14 παρῆ Ἀρης S 15 περίκτισιν M 16 δίδονται MS 17 sq. λ. ἢ τὴν ωραν ὡρκ. τὸν κλ. M 18 ὁρμήσειν S 19 καὶ prius om. M 21 παραθήκην M 18 τὸν κλ. ἢ τὴν ὥ. M 24 μεγαλοδόξως S 26 αὐτοῖς S 27 λαβὼν M ὡροσκοπῶν S? 29 καὶ om. M τοῖσδε om. S προσγένηται M 30 διπλασίονα τὰ ἀγαθὰ mediis om. S τὰ et 61, 1 τὰς om. M)

61
καὶ τὰς προκοπάς. Ἥλιος κληρωσάμενος τὴν ὥραν ἢ τὴν τύχην ὡροσκοπήσας, ἐὰν συμπαρῇ καὶ ὁ τοῦ Διὸς ἢ μαρτυρήσῃ τετράγωνος, ὁ γεννώμενος εὐτυχὴς ἔσται. ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαρῇ αὐτῷ, διὰ λόγων προκόψει· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως συμπαρῇ ἢ τετραγωνίσῃ σὺν τῷ τοῦ Διός, μέγας ἔσται καὶ κυριεύσει ζωῆς καὶ θανάτου. εἰ δὲ τούτων οὕτως ἐχόντων Κρόνος τετραγωνίσῃ ἢ διαμετρήσῃ, ἐν συμπτώμασι καὶ ζημίαις περιπεσοῦνται. Σελήνη κληρωσαμένη τὴν ὥραν ἢ τὸν κλῆρον τῆς τύχης μεγάλους ποιεῖ, μάλιστα δὲ ἐν ἰδίῳ τριγώνῳ· ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ ἢ τετράγωνος τύχῃ, τιμῆς μεγάλης καταξιωθήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως σὺν τῇ Σελήνη τύχῃ, ζωῆς καὶ θανάτου κυριεύσει· ἐὰν δὲ ὁ τοῦ Κρόνου, πολλῶν χωρῶν ἡγήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπαρῇ ἢ τετραγωνίσῃ, βασιλεῖς μεγάλοι ἔσονται· εἰ δὲ τούτων ἀπόντων ὁ τοῦ Ἄρμοῦ σὺν Σελήνῃ σχηματισθῇ, ἀπὸ λόγων καὶ ἐντρεχείας αἱ προκοπαὶ ἔσονται· ἐὰν δὲ ταὶ ὁ τοῦ Ἀρεως συμπροσγένηται ἢ τετραγωνίσῃ, τυράννους μεγιστᾶνας ποιεῖ· ἐὰν δὲ διαμετρήσῃ ὁ Ἀρης τὴν Σελήνην ἐκτὸς τῶν ἀγαθοποιῶν, ἐκθέσιμα ποιεῖ· ἐὰν δὲ τῷ Ἄρει ἀγαθοποιὸς συμταρῇ, ἐκτεθέντα τραφήσεται. δὲ ὅμοιον κἂν τετράγωνος φανῇ ἢ ταὶ καθυπερτερῶν εὑρεθῇ, ἐν πλάναις ἢ ἀπαγωγαῖς ἢ καὶ ἀνωμαλίαις περιβάλλει· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης τετραγωνίσῃ κατὰ κέντρον, ἀδικοῦνται ὑπὸ γυναικῶν. ἐὰν δὲ Κρόνος συμπαρῇ ἐν ἀσελγεῖ ζῳδίῳ, καὶ πορνοβοσκήσουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως αὐτοῖς συμμαρτυρήσῃ, ἑτέροις τὰς γυναῖκας αὐτῶν μισθώσουσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου τὴν Σελήνην τετραγωνίσῃ ἢ διαμετρήσῃ κατ᾿ ἰσόγραμμον στάσιν τῷ τοῦ Κρόνου, ἀντίληψιν ἕξει τὸ γεννώμενον τῆς τροφῆς καὶ ἔκβλητον τῶν γονέων ἔσται. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ τετράγωνος ἢ διάμετρος γένηται τῇ Σελήνῃ, ἐναντιόβουλοι καὶ ἐναντιογνώμονες γίνονται ἔν τε διαβολαῖς καὶ κατηγορίαις ἀπὸ ὑπερέχοντος γενήσονται. ἐὰν δὲ καὶ κακοποιὸς συμμαρτυρήσῃ ἢ συσχηματισθῇ, ἐν ἀσχημοσύναις καὶ κατακρίσεσι ποιήσει. ὁ δὲ τοῦ Διὸς ἀντικείμενος κατὰ μέρος τῇ Σελήνη στέρησιν τέκνων [*](2 ώροσκοπούσας M, -τῶν S 4 αὐτῷ om. M 5 συμπαρείη ἢ τετραγωνίσειε M 5—7 σὺν τῷ — Κρόνος τετραγωνίσῃ om. S 7 συμπτωματι S, συμπτώσεσι M πεσοῦνται M 9 δὲ prius om. S 10 τιμῆς καὶ μεγ. M 14 γενήσονται M 15 ἐντρεχειῶν M 17 δὲ καὶ διαμετρήσει S 18 ἐεθέσει μάγισι· ἐὰν M ὁ τοῦ ἀγαθοποιῶ M 19 an 〈τὰ〉 ἐκτ.? 20 εὐρεθῆ S] φανῆ M ἐπαγωγαῖς MS 21 καὶ κατὰ S 26 nempe Διὸς 27 ἄλητον MS δὲ om. M 30 ὑπερέχοντας MS 31 ἀσχημοβίαις S 32 τὴν σελήνην S)
62
ποιεῖ καὶ ἐναντιώσεις ὑπερεχόντων. καθόλου δὲ οἱ κακοποιοὶ ἐφορῶντες τὰ φῶτα καὶ τὸν ὡροσκόπον χωρὶς ἀγαθοποιῶν ὀλιγοχρονίους ποιοῦσιν. ὁ κύριος τοῦ ὡροσκόπου ἐπιτόπως κείμενος ἢ ἰδίας αἱρέσεως μεριστὴς χρόνων ζωῆς γίνεται· εἰ δέ πως συσχηματίζηται τῷ δεσπότη τοῦ κλήρου, πολύγηρος γίνεται καὶ εὐτυχής· εἰ δὲ ὑπὸ δύσιν τύχῃ, ἀλιγοχρόνιος· εἰ δὲ κακοποιὸς συμπαρῇ ἤ καθυπερτερήσῃ τὴν Σελήνην, ἄχρηστα τὰ βρέφη ἔσονται.

Ἐν τούτῳ τῷ τόπῳ ἐὰν οἱ κακοποιοὶ τύχωσι, μεγάλα σίνη καὶ πτώσεις ἀπεργάζονται, μάλιστα δὲ ἐὰν ἰδιοπροσωπῶσιν· ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐπῇ καὶ κυριεύσῃ τις αὐτοῦ οὐδέποτε οὐδὲ ἐν ταῖς παρόδοις ὠρέλειά τις ἔσται· ἐχθροὶ γὰρ ἐγένοντο ἐξ ἀρχῆς ἐκ τῆς ἐκτροπῆς· ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. ὅταν δὲ ἐν τούτῳ τῷ ζῳδίῳ πέσωσιν οἱ τρεῖς ἀστέρες, ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου καὶ τοῦ δαίμονος, ἀτυχεῖς καὶ ἀσχήμονας ποιοῦσι καὶ ἐνδεεῖς τῆς ἐφημέρου τροφῆς· πολλοὶ δὲ καὶ τὰς χεῖρας ὑρέξουσιν.

Ἐὰν ἐπὶ τοῦ ἀγαθοδαιμονοῦντος ζῳδίου ὦσιν οἱ ἀγαθοποιοὶ ἐπιτόπως κείμενοι ἢ ἐν ἰδίοις προσώποις, ἐπιφανεῖς καὶ πλουσίους ἐκ νεότητος ποιοῦσι· πλείω δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐπιθεωρήσαντες ἐν τριγώνῳ μέρει καὶ τὸν ὡροσκόπον καθ᾿ ἑξάγωνον· ἐν τῷ ἀκούοντι ἢ βλέποντι ζῳδίῳ πλεῖστα καὶ μείζονα ἀγαθὰ παρέχονται. εἰ δὲ καί τις τῶν ἀγαθοποιῶν διάμετρος τῷ ἀγαθῷ δαίμονι φανῇ παρόντος τοῦ οἰκοδεσπότου, μεγάλα καὶ μείζονα ἀγαθὰ καὶ προκοπὰς ἀποτελοῦσιν· εἰ δὲ κακοποιοὶ συμπαρῶσι [*](1 ὑπαρχόντων S et M (qui τῶν ὑπ.) 3 ποιήσουσιν M 4 ἤ om. M σχηματίζεται S 5 εὐτυχεῖ S 8 om. M (est locus XII.) capp. ε΄ — ιδ΄ saepe ad verbum conspirant cum libello Hermetis Trismegisti περὶ τῆς τῶν ιβ΄ τόπων ὀνομασίας καὶ δυνάμεως (cod. Paris. 2506, f. 1 ss.; Marcian. 335, f. 28) cf. Catal. V 2, 55. 156 10 δὲ prius om. S δὲ καὶ ὁ M 11 αἰτὸν S 12 ὠφέλια S 15 sq. καὶ ὁ τοῦ bis M 16 τῆς δαίμονος S ποιοῦσιν· ἐνδεεῖς M 17 ζωῆς ἢ τροφῆς M i. c. mendicabuntur 18 sq. inscr. in linea vacua om. M 20 ἀγαθοποιοῦντος M 21 ἢ om. M ἐμφανεῖς S 25 τις αὐτῶν διάμ. M 26 παρῆ φανέντος M 27 τὰς προκ. S)

63
τῷ ἀγαθῷ δαίμονι, οὐκ ἰσχύουσι κακόν τι δρᾶσαι. ἀναγκαιότερον ξέ ἐστιν, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου καὶ τοῦ ὡροσκόπου καὶ τοῦ δαίμονος ἐπ᾿ ἀνατολῆς τύχωσιν ἢ πλείστων ἀστέρων αὐτοῖς ἐπιπαρόντων ἢ μαρτυρούντων ἐν χρηματιστικοῖς ζῳδίοις· ἐνδόξους γὰρ καὶ πλουσίους ὑπεράγαν ἀποτελοῦσιν.

Ἐν τούτῳ τῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ χαίρουσι μάλιστα κληρωσάμενοι τὸν κλῇρον ἢ τὸν ὡροσκόπον ἢ τὸν δαίμονα· καὶ ἐὰν πέσῃ ἐν τούτῳ ἑκάτερος τῶν ἀστέρων ἀνατολικὸς ὢν ἢ καὶ τὴν συναφὴν τῆς Σελήνης ἔχων, τύραννοι ἢ βασιλεῖς γίνονται ἡγούμενοι χωρῶν καὶ εἰς πολλοὺς τόπους ὀνομασθήσονται. ὁ κύριος τοῦ τόπου τούτου καλῶς κείμενος πρακτικοὺς ποιεῖ, ἀτόπως δὲ κείμενος ἀπράκτους· εἰ δὲ ἐπὶ δύσεως τυγχάνει καὶ κακοποιὸς ἐπὶ τοῦ τόπου συμπαρῇ ἢ διαμετρῇ, κακοπράγμονας ἢ στειρώδεις ἢ ἀτέκνους ποιεῖ.

Ἐὰν οἱ ἀγαθοποιοὶ τύχωσιν ἐπὶ τοῦδε τοῦ τόπου καὶ κληρώσωνται τὸν ὡροσκόπον ἢ τὴν τύχην, ὁ γεννώμενος ἔσται μακάριος εὐσέβής, προφήτης μεγάλου θεοῦ καὶ ἐπακουσθήσεται ὡς θεός. ἀπόντων δὲ τούτων, μόνου δὲ Ἑρμοῦ μαρτυροῦντος, ἐν χρηματισμοῖς γίνονται καὶ τὴν αὐτῶν ἐμπειρίαν ὄχλοις ἐξηγοῖνται καὶ βασιλικοὶ γραμματεῖς γίνονται ἀπὸ μέσης ἡλικίας· τῶν δὲ κακοποιῶν παρόντων καὶ κυριευόντων τῶν προειρημένων τόπων ἢ ἐπιθεωρούντων τὸν κλῆρον ὁ γεννώμενος τοῦ τε ὡροσκόπου καὶ τῆς τύχης τύραννος ἔσται· κτίσει πόλεις, ἑτέρας δὲ διαρπάξει καὶ πολλῶν πολλὰ παραιρήσεται ἀσεβῶς. ἐὰν δὲ τύχῃ ὁ δαίμων ἢ ἡ τύχη ἐν κακοδαιμονοῦντι ζῳδίῳ, ἐν δὲ τούτῳ τῷ τόπῳ ὦσιν οἱ οἰκοδεσποτήσαντες τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, ἐπὶ πλείστοις κακοῖς καὶ ξενιτείαις ἔσται καὶ ὅσα ἂν κτήσηται ἀποβαλεῖ· ἢ ἐγκάτοχοι ἐν ἱεροῖς γίνονται παθῶν ἢ ἡδονῶν ἕνεκα.

[*](1 καλῶ δαίμονι M δράσειν M fort. εὐκταιότερον 2 ὡροσκόπος τοῦ κλ. κ. τ. οἰκοδεσπότου M 3 ἀνατολὰς aut -λαῖς S αὑτοῖς ἀστέρων M 6 pro certo habeo sequentia pertinere ad X. locum i. e. Medium Caelum. 8 nempe τῶν 〈ἀγαθοποιῶν〉 10 ἢ καὶ M 13 παρῆ M διαμετρεῖ S 15 sq. inscr. om. M 17 οἱ om. M κληρώσονται MS 18 ἔσται om. 20 ἁπάντων MS, corr. Riess. μαρτυροῦν M 21 ἐμπορίαν S 23 η M] καὶ S 24 verba τοῦ — τύχης sic non apta 25 διαρπάξαι? S 16 ἀσεβῶν S 27 ὡροσκοπήσαντες M 28 κακοῖς ἡ ξενιτεία M 29 κτίσηται M 30 an ἢ σινῶν?)
64

Οἱ ἀγαθοποιοὶ παρόντες τούτῳ τῷ τόπῳ ἄπρακτοι καὶ ἀσθενεῖς καὶ ἀμέριστοι τῶν ἰδίων ἀγαθῶν· εἰ δὲ καὶ τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου κυριεύσωσι, πολλῷ μᾶλλον ἀπρακτότεροι ἢ καὶ ἀνώμαλοι τυγχάνουσιν· ἐὰν δὲ οἱ κακοποιοὶ συμπαρῶσιν κυριεύσαντες τὸν κλῆρον, οἱ γεννώμενοι πλάνητες καὶ εἴ τι ἂν κτήσωνται ἀποβαλοῦσιν. ἐὰν δὲ ὁ κλῆρος ἐν τούτῳ ἐμπέσῃ παρόντων τῶν κακοποιῶν καὶ οἰκοδεσποτούντων τὸν κλῆρον, ὁ γεννώμενος ἐνδεὴς μὴ δυνάμενος ἑαυτὸν ἀμφιάσαι. εἰ δὲ καὶ τοῦ ὡροσκόπου κυριεύσωσιν, ἀσχημονήσει δἰ ὅλης τῆς ζωῆς· εἰ δὲ καὶ ὑπὸ τὰς αὐγὰς τύχῃ τοῦ Ἡλίου ὁ οἰκοδεσπότης τοῦ κλήρου ἢ τῆς ὥρας, ὁ γεννώμενος τὰς χεῖρας ὑφέξει καὶ προσαιτήσει. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ μόνος ἐπιπαρῇ τῷ ζῳδίῳ καὶ κυριεύσῃ τῆς φρονήσεως, δς καλεῖται δαίμων, μωροὺς καὶ ἀνοήτους καὶ τῷ λόγῳ ἐμποδιζομένους καὶ ἀγραμμάτους ποιεῖ· ἐὰν δὲ ὁ τῆς τύχης, σὺν τῷ ἀνοήτῳ, καὶ ἄφρων καὶ πένης ἔσται, μάλιστα ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τυχών, εἰ δὲ τούτων οὕτως ἐχόντων οἱ κακοποιοὶ συμπαρῶσιν. ἄφωνος καὶ κωφὸς ἔσται. μόνη δὲ ἡ Σελήνη ἐν προσθέσει τοῦ φωτὸς δοκεῖ χαίρειν ἐν τούτῳ τῷ ζῳδίῳ· ἐὰν δὲ ὁ τοῦ Διὸς ἀγαθοδαιμονῇ, εὐτυχὴς καὶ εὐπόριστος καὶ πολύτεκνος ἔσται· εἰ δὲ καὶ κύριος ἦ τοῦ κλήρου τῆς τύχης, πλούσιος καὶ εὐδαίμων· ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαραγένηται αὐτῷ, καὶ διοικηταὶ βασιλέων καὶ εὐφρανθήσονται ἐπὶ τέκνοις.