Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸν περὶ ἀποδημίας τόπον δύσληπτον ὄντα οὔτε Πετόσιρις οὔτε ὁ γνώριμος βασιλεὺς τοῖς ὑπομνήμασιν ἑαυτῶν ἐξεῖπον, ἢ μόνον εἰς τὸν τόπον τοῦτον τοῦτο εἰρήκασιν· εἰς τοὺς χρόνους εἴ τις τῶν κακοποιῶν ἔχει φάσιν, ἀποδημίαις καὶ σκυλμοῖς ποιήσει τὴν γένεσιν. ὅ ἐστιν ἀληθές· περαιτέρω δὲ τούτων οὐδὲν ἄλλο εἰς τὸν περὶ ξένης τόπον ἔχουσιν. ὁ δὲ θαυμασιώτατος Ἄβραμος τοῖς βιβλίοις αὐτοῦ τούτου τοῦ τόπου δέδειχεν ἡμῖν ἀλληλόσοά τε καὶ αὑτὸς ἰδίᾳ ἄλλα ἐξευρών τε καὶ δοκιμάσας ἐπὶ τῶν ἀποδηματικῶν μάλιστα γενέσεων· αἵτινες ἔχουσι θεωρήματα τάδε. τὰ φῶτα δύνοντα Ἄρης ἢ τὸν κλῆρον τῆς τύχης ὁρῶν εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος ἢ τὴν Σελήνην ἢ τοὺς πλείστους τῶν ἀστέρων εἰς ὑπόγειον ἡμισφαίριον ὴ εἰ ὁ τῆς τύχης κύριος εἰς τὸν περὶ ξένης κλῆρον τὸν τόπον εὑρίσκοιτο ἢ καὶ διάμετρος πρὸς αὐτοὺς ἢ καὶ αὐτὴ ἡ τύχη πέση, ὅπου ὁ κλῆρος ὁ περὶ ἀποδημίας, καὶ τῷ κλήρῳ δὲ Ἄρης ἦ ἐπικείμενος ἢ τὸν τόπον ὁρῶν, ἀποδηματικὰς ποιεῖ γενέσεις· ὁμοίως καὶ τὴν τύχην ἢ δαίμονα.