Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅσαι δὲ μετὰ τὴν εὐτυχίαν καθαιροῦνται ἢ ἐκπίπτουσιν, ὑποδείξομεν. ἐὰν ὁ περὶ ἀξίας καὶ ὑψώματος τόπος ἐναντίους ἔχῃ κακοποιούς μὴ προσήκοντας τῇ γενέσει ἢ ὁ κύριος αὐτοῦ μὴ μαρτυρῆται ὑπὸ Διός, μάλιστα τῶν φώτων ἀποκεκλικότων ἢ τῆς Σελήνης κεκακωμένης, καθαιρέσει τὰ τῆς δόξης καὶ τὰ τῆς ἐπιφανείας γενήσεται. ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐναντιούμενος τῷ ὑψώματι ἢ τῷ κυρίῳ τοῦ ὑψώματος ἐπισφαλεῖς τὰς δόξας ταὶ τὰς ἐπιφανείας ποιεῖ. ὁμοίως καὶ ὁ τοῦ δαίμονος καὶ οἱ κλῆροι πρὸς ἑαυτοὺς ἀηδεῖς καὶ καθαιρετικοὶ δόξης τυγχάνουσι. [*](2 an καθαιρεῖται? τὰ om. M 3 ἔχωσι S 4 ἐπβολῆς S 6 om M 7 νυκτερινῆς M ἀπὸ μὲν Ἑρμοῦ S 8 ἀπὸ Κρόνου S] ἐπὶ Κρόνον M αἱρέσεως M 10 om. M 11 et περὶ om. M; an τὸν δὲ? μὲν om. S 13 τὲ S] τὸν M fort. recte 14 ἢ παν. M 17 συνὼν M possis ἐπὼν τύχῃ vel εὑρεθῇ 18 τοιούτων MS 20 ἀπροαίρετοι M 21 συνοητέον S an τόπος? 23 ἐναντίος S 27 γίνεται S 29 ὁ om. S 30 possis ⟨ἐναντιούμενοι⟩ πρὸς)

92
καὶ ἐὰν τοῦ κλήρου τοῦ ὑψώματος ὁ τόπος καὶ ὁ περὶ ἐπιτιμίας ἐναντίοι πέσωσι καὶ ὑπὸ κακοποιῶν ὁρῶνται ἢ οἱ κύριοι αὐτῶν ἢ οἱ κλῆροι, ἑαυτοὺς κακοῦσι καὶ ἀτιμίαις καὶ καθαιρέσεσιν ἢ ὕβρεσί τισι γενήσονται οἱ γεννώμενοι. καὶ ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοῦ ὑψώματος τῳ περὶ ἐπιτιμίας ἐναντίος πέση ἢ τῳ κλήρῳ ἢ τῳ κυρίῳ αὐτοῦ ἢ καθυπερτερούμενος ὑπὸ κακοποιῶν μαρτυρούμενος, καθαιρέσει καὶ ὕβρει γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ ἐπὰν τῷ κλήρῳ μάλιστα τῷ περὶ ἐπιτιμίας κακοποιὸς μαρτυρήσῃ, καθαιρέσεις βίων καὶ ἀξιῶν ἐποίσει τῷ γεννωμένῳ, καὶ μάλιστα ἐπίκεντρος ὤν· ἔκδηλα γὰρ οὕτως καὶ ἐκφανῆ τὰ κακὰ γίνεται τοῖς γεννωμένοις.