Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἀἰγόκερῳ. Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Σκορπίῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ὑδροχόῳ, τύχη Κριῷ, ὡροσκόπος Ταύρῳ καὶ αὕτη ἡ γένεσις κατʼ ἀρχάς ἀνώμαλος καὶ μέτριος διῆξεν, ὑστέρου δὲ ἀνεβιβάσθη καὶ στεμμάτων καὶ ἀρχιερωσύνης μετέσχεν. ἐπὶ τῆς ἀναφορᾶς γὰρ εὑρέθησαν οἱ κύριοι τοῦ τριγώνου, ὁ δὲ τρίτος κύριος τοῦ τριγώνου καὶ ὁ κύριος τοῦ κλήρου μεσουρανῶν ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος κατὰ τὸν κλῆρον μεσουρανῶν καὶ ὁ κύριος τοῦ δαίμονος --- Ἄλλη. Ἥλιος Ἑρμῆς Καρκίνῳ. Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Λέοντι, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ζυγῷ. καὶ αὕτη ἡ γένεσις λαμπρὰ καὶ ἐπίσημος γέγονεν ἐπιστεύθη βασιλείας γὰρ καὶ ἀρχιερωσύνης κατηξιώθη. εὑρέθη γὰρ ὁ κύριος τοῦ τριγώνου σὺν τῳ κυρίῳ τοῦ δαίμονος ἀγαθοδαιμονῶν καὶ μετὰ τοῦ κλήρου τῆς τύχης καὶ Ἥλιος ὁ κληρωσάμενος τὴν τύχην μεσουρανῶν, ἡ δὲ τοῦ ὑψώματος κυρία Σελήνη κατὰ τὸν κλῆρον μεσουρανόῦσα, ἡ δὲ περιποίησις ἀνώμαλος καὶ ἄστατος, ὁτὲ μὲν ὑπερπλεονάσασα ὁτὲ δὲ ἐνδεής· ἐμαρτύρει γὰρ τῷ τόπῳ Κρόνος καὶ Ἀφροδίτη.