Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ κακοποιῶν τρόπον ἐρέξουσιν, ἐπὰν οἰκοδεσποτοῦντες κακῶς πέσωσιν. ἐὰν δὲ καὶ ἐπίκεντροι τύχωσι τοῦ οἰκοδεσπότου ἀποκεκλικότος, ἐξασθενήσουσιν ἐν τῷ ἀγαθόν τι παρασχεῖν. ἐπὶ παντὸς εἴδους σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου, ὅπως ἔτυχε καὶ ὑπὸ τίνων μαρτυρεῖται. ἐὰν γὰρ καὶ ὁ καθολικὸς οἰκοδεσπότης παραπέσῃ, ὁ δὲ τούτου κύριος καλῶς σχηματισθῇ ἕξει βοήθειαν ὁ γεννώμενος καὶ ὑπόστασιν βίου καὶ δόξης κατὰ τὴν τοῦ ἀστέρος τοποθεσίαν.