Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ τριγωνικῆς τάξεως ἐκθέμενος μεταβήσομαι πάλιν εἰς τὸν περὶ εὐδαιμονίας καὶ τύχης κλῆρον καὶ δαίμονος. πρὸ πάντων οὖν δεῖ ἀκριβῶς στῆσαι τὸν κλῆρον τῆς τύχης καὶ σκοπεῖν, εἰς ποῖον μέρος τοῦ κόσμου ἐξέπεσε, πότερον ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλίσεων ὁμοίως δὲ καὶ τὸν τούτου κύριον ζήτει. ἐὰν γὰρ ὡροσκοπῇ ἡμερινὸς ἢ καὶ ἐπί τινος ἑτέρου χρηματιστικοῦ ζῳδίου τύχῃ, ὑπὸ Ἡλίου καὶ Σελήνης καὶ τῶν ἀγαθοποιῶν μαρτυρούμενος, λαμπρὸν ἐπίσημον εὐτυχῆ τὸν γεννώμενον ποιήσει· ἐπὶ δὲ τῶν λοιπῶν κέντρων ἢ τῶν ἐπαναφορῶν μετριώτερος ἐπὶ δὲ τῶν ἀποκλιμάτων ἐκπτώσεως ὁ τρόπος ἐννοείσθω· οὗτοι γάρ εἰσι ἑτερογνώμονες τόποι αἰτίας ἐπάγοντες καὶ καθαιρέσεις. ἄλλως τε ἐπιγνούς τὸν κεκληρωμένον τόπον τῆς τύχης σκόπει καὶ τὰ τούτου τετράγωνα καὶ τὰ λοιπά, ὅσα ποτὲ ἐπὶ τῶν γενεθλιακῶν κέντρων. ἐφέξει γὰρ αὐτὸς ὁ κλῆρος δύναμιν ὡροσκόπου καὶ ζωῆς, τὸ δὲ τούτου δέκατον μεσουρανήματος καὶ δόξης, δὲ ζ΄ δυτικοῦ, δὲ δ΄ ὑπογείου· καὶ οἱ λοιποὶ δὲ τόποι τὴν δύναμιν τῶν ιβ΄ τοποθεσιῶν ἐφέξουσιν. ὑφίστανται γάρ τινες μυστικῶς τὸν μὲν καθολικὸν ὡροσκόπον καὶ τὰ τούτου τετράγωνα κοσμικά κέντρα, τὸν δὲ κλῆρον καὶ τὰ τούτου τετράγωνα γενεθλιαλογικὰ κέντρα. ὅθεν καὶ τοῖς συντάγμασι προδηλοῦσι λέγοντες· δὲ ἑτεροτρόποις σχήμασι τῶν κέντρων ἢ [*](1 nempe ⟨ἢ⟩ ὑποτ. ἢ καὶ ἡγεμ. om. M; aut transpone ante ὑποτετ. aut adde ἡγεμ. ⟨δορυφόρους⟩ 2 παρὰ S] ἀπὸ M 4—5 ἀπὸ — ἀποκλιμάτων om. S 5 ἀποκλιμάτων ζ΄ κλιμάτων M 7 inscr. om. M ὡροσκόκων τῆς S, cf. Bouché-Leclerq 297 8 τριγωνικῶν S 9 S 11 πρότερον M 13 ζήτει ut vid. S, om. M 13—17 — μετριώτερος om. S 13 γὰρ] δὲ M ἡμερινὰ M 14 σχηματιστκοῦ M 17 nempe ἐκπτ. κοιητικὸς ἐν. 17—18 συνοείσθω S? 18 γὰρ οἱ ἑτ. τόποι αἰτίας M, γάρ εἰσι αἰτίας (sic cum lac.) S 19 τόπον] nempe τὸν (sc. κλῆρον) 20 καὶ τὰ λοιπὰ om. M ποτὲ S] τε M 21 τῶν om. M γενεθλιαλογικῶν S 25 μυστικῶν S, κοσμικῶς M 27 Nechepso et Petosiris, ut opinor 28 δὲ M, ἢ γὰρ S)

80
κλήρου τὴν δυναστείαν λαχόντες --- καὶ οὔτε μὴν διὰ παντὸς τὰ τροπικὰ οὔτε τὰ στερεὰ οὔτε τὰ τὰ δίσωμα τὴν αὐτὴν δύναμιν ἐφέξαι· δεῖ οῦν καὶ τὰς μαρτυρίας τῶν ἀστέρων ἤ συμπαρουσίας θεωρεῖν τὰς πρὸσ τὸν κλῆρον, ἵν᾿ εἰ μὲν ἀγαθοποιὸς ἐπὶ τούτῳ ἐπείη ἤ καὶ τῷδε μαρτυρήσῃ, προδηλωτικὸς ἀγαθῶν καὶ δοτὴρ ὑπαρχόντων γένηται· εἰ δὲ φθοροποιός, ἀποβολῆς ὑπαρχόντων καὶ φθίσεως σώματος αἴτιος γενήσεται.

Μυστικὸν δέ τινα τόπον εὕρομεν καὶ αὐτοὶ ἐκ πείρας, λαμβάνειν ἡμέρας μὲν ἀπὸ Ἡλίου τοῦ κατὰ γένεσιν ἐπὶ Κριόν, ἐστιν ὕψωμα αὐτοῦ, καὶ νυκτὸς ἀπὸ Σελήνης ἐπὶ Γαῦρον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν τόν τε τόπον καὶ τὸν τούτου κύριον. ἐὰν γὰρ εὑρεθῇ ὡροσκοπῶν ἢ μεσουρανῶν μάλιστα ἢ καὶ κατὰ τοῦ τοῦ κλήρου κέντρου, βασιλικὸν σχῆμα προδηλοῖ, τῶν λοιπῶν ἀστέρων καὶ αἱρέσεων τὴν ὑπόστασιν τῆς γενέσεως μεγάλην ἀποδεικνυόντων. ἄλλως δὲ τῆς γενέσεως ἐνδόξου οὔσης καὶ τοῦ ὑψώματος ἢ τοῦ οἰκοδεσπότου καλῶς πεπτωκότος ἀπὸ ἡγεμονίας ἢ ἀρχῆς πολιτικῆς ἢ βασιλικῆς ἢ καὶ ἑτέρας τινὸς ἐνδόξου πίστεως ὁ γεννώμενος ὑψωθήσεται. ἐὰν δὲ τῆς ὑποστάσεως μετρίας οὔσης ὁ κύριος τοῦ ὑψώματος ὁ τόπος καλῶς τύχῃ, κατʼ ἐκεῖνο μέρος εὐημερήσει ὁ γεννώμενος, ᾧ τετύχηκε πράσσων ἤτοι τέχνην ἢ ἐπιστήμην ἢ ἐπιτήδευμα. καὶ αὐτὸς δὲ ὁ οἰκοδεσπότης καὶ ζῴδιον εἶδος τῆς εὐτυχίας προδηλώσει ἐκ τῆς ἰδίας φύσεως ἢ οὖ ἔπεστι ζῳδίου· πολλάκις γάρ τινες τοῖς πρότερον χρόνοις ἄλλα πράξαντες κακοπαθήσαντες καὶ παραπεσόντες ὑστέρου διʼ ἑτέρων εὐτύχησαν πραγμάτων.

[*](1 λαχόντος M, καταλαχόντες S 2 τροπικὰ geminat M 4 ἐπιθεωρεῖν τὰς τῶν κλήρων M 5 ἀγαθοποιοὶ S? 6 μαρτυρήσει S πρόδηλος καὶ ἀγ. MS καὶ om. S ὁωτὴρ S 7 γίνηται S ὑπάρχων M 9 sq. om. M 11 αὐτὸν S 13 αὐτῆς S 15 τούτου S] τοῦ τόπου M 16 possis etiam del. κέντρου 18 μεγάλην M} μάλιστα S 20 ἀπὸ] expectes μέχρι ἢ βασιλικῆς om. S 22 ὁ om. M 23 τύχοι S ὁ γεννώμενος om. M 24 ἤτοι S] ἢ M 28 ζωδίω Σ 28 εὐτυχῆσαι S)
81

Ὅθεν περὶ τάς ἐπιβολὰς τῶν πράξεων καὶ μετατροπὰς ὅ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων πολλὴν δύναμιν ἐφέξει· ἡ μὲν γὰρ τὰ περὶ σῶμα καὶ τὰς διὰ χειρῶν τέχνας δηλοῖ, ὁ δὲ δαίμων καὶ ὁ κύριος τὰ περὶ ψυχὴν καὶ διάνοιαν καὶ τὰς διὰ λόγων καὶ δόσεων καὶ λήψεων πράξεις. προσβλέπειν οὖν δεήσει τοὺς τόπους καὶ τοὺς τούτων οἰκοδεσπότας, ποίοις ζῳδίοις εἰσί, καὶ τάς τούτων φύσεις συναρμόζειν εἰς τὸν περὶ πράξεως καὶ τύχης λόγον καὶ εἰς εἷδος τῆς πράξεως. λαμπραὶ μὲν οὖν καὶ ἐπίδοξοι καὶ πρακτικαὶ νοηθήσονται γενέσεις ἐκ τε Ἡλίου καὶ Σελήνης τῶν ἀγαθοποιῶν ἐπόντων ἢ προσνευόντων τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις, μέτριαι δὲ καὶ ἄδοξοι καὶ καθαιρετικαὶ καὶ ἐναντίαι αἱ γινόμεναι ἐκ τε Κρόνου καὶ Ἄρεος. βέλτιον μὲν οὖν καὶ τὸν κύριον τοῦ δαίμονος εὑρεῖν ἐπὶ τοῦ κλήρου τῆς τύχης ἤ τοῦ τούτου δεκάτου ἵνα μεσουρανῇ τῳ κλήρῳ ὅτι ἰδιοτοπεῖν καὶ ἐπίκεντρον ὡς ὅμοια καὶ ἴσα ἀντιδιέστειλε νῦν, καὶ ἐκ τοῦ ἐναντίου μὴ ἰδιοτοπεῖν καὶ ἀποκεκλιμένον ὡς ἴσα παρέθετο καὶ τὴν τῶν κακοποιῶν δὲ μαρτυρίαν ἢ ἀποστροφὴν ὡσαύτως ὡς εἶναι καὶ σχέσεις. ἢ καὶ η΄ ὅπερ ἐστὶ μεσουράνημα καὶ οὕτως γὰρ λαμπραὶ καὶ ἐπίσημοι γενέσεις γίνονται. ἐὰν δὲ ἰδιοτοπῇ ἢ καὶ ἐπίκεντρος ἄλλως τύχῃ, πρακτικαὶ καὶ ἔνδοξοι κατὰ ποσὸν γενήσονται. ἐὰν δέ πως ἀπόστροφος τύχη ἰδίου τόπου ἢ καὶ ἄλλως ἀποκεκλικώς ὑπὸ κακοποιῶν μαρτυρούμενος, φυγάδας σημαίνει καὶ ἐπὶ ξένης ἀσχημονοῦντας. καὶ ἐὰν μὲν ἀγαθοποιῷ ἢ ὑπὸ ἀγαθῶν μαρτυρηθῇ, ἐπὶ ξένης τὸν πολύν χρόνον διανύσουσι, ποικίλως καὶ ἀνωμάλως τὸν βίον διάγοντες· ἐὰν [*](1 sq. om. H ἀπὸ εὐδαφιονίας κ. ἀποτροπῆς S 3 ἐπβουλὰς M 4 τῆς τύχης om. M ἡ] οἱ (ὁς?) S ὃσ M 5 τὰς M] εὐθὺς S 6 κύριος se. τῶν πράξεων (B. L. 443) 7 καὶ δόσεων om. M προβλ. οὓς δ. M τούτων om. S 9 τὸν om. M 10 οὖν om. M 11 πραγματικαὶ S σοι νοηθ. M et possis ποιηθήσονται aut alia γενέσεις S] πράξεις M 12 ἀγαθῶν M 13 καὶ ἐν. S] αἱ ἐν. M 14 γενόμεναι S 15 ἐπὶ τοῦ ὡροσκόπου τῶ κλήρω M 16 τούτου δέκατον M verba inclusa in M tautum extant; et sane ὅτι — σχέσεις sine dubio glossematica, de primis et extremis dubites, certe subest dogma quo sortem fortunae pro horoscopo ponebant (Manil. III 96 B. L. 297) 22 πραγματικαὶ S 24 possis ⟨ἢ⟩ ὑπὸ 26 ἀγαθοποιῶν M χρόνον S] βίον M)

82
δὲ κακοποιῷ, καὶ αἰτίας καὶ συνοχῆς πεῖραν λαβόντες ἐνδεεῖς καὶ κακόβιοι γενήσονται. ὁμοίως καὶ ἐὰν --- ἐναντιωθῇ τῳ τόπῳ, ἐπὶ ξένης ἀναστρεφομένους καὶ ταραχαῖς γινομένους προδηλοῖ, πολλάκις δὲ οἱ τοιοῦτοι ὑπὸ μὲν ἰδίων οὐ κληρονομοῦνται, ὑπὸ δὲ ἀλλοτρίων κληρονομοῦνται.