Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀφροδίτη Ἡλίῳ ἑξάγωνος ἑῴα οὖσα ἐπαφρόδιτον καὶ ἐπίσημον τὸν πατέρα καὶ τὸν γεννώμενον σημαίνει· εἰ δὲ ἐπ᾿ ἀγαθοῦ δαέμονος ἢ ἐπ᾿ ἀγαθῆς τύχης τὸ σχῆμα γένηται, ὑπὸ γυναικὸς πορφύρας καὶ χρυσοφορίας καταξιωθήσεται.

Κρόνος Ἡλίῳ τετράγωνος εὐώνυμος τὸν πατρικὸν βίον βλάπτει ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περιβάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δεξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. Ἄρης Ἡλίῳ τετράγωνος, κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ· ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ἦ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ, ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ἦ, χεῖρον γενήσεται· πρὸς γάρ καὶ ταῖς διανοίαις ἐκστήσονται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. διάμετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ ὐπ᾿ αὐτοῦ ἀγαθά, ἀλλ᾿ ἐξ ὑπερεχόντων ἀργὰς καὶ ἄχλων ἐναντιώσεις ἐξουσιν. αἱ οὖν κατ᾿ ἰσόμοιρον στάσεις τῶν τετραγώνων καὶ διαμέτρων χαλεπαί.

Ἄρης Ἡλίῳ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα ἐν [*](2 Ἡλιον S] Δία M διαμετρήσει S 3 an 〈ἐκ〉 δεξιῶν? 4 γεννήσεται S, ἡγήσεται M, fort. recte 7 γίνονται S 9 τύχει S τοιοῦτο M 11 ἑώα οὖσα M] ἐοῦσα S 12 καὶ om. S δαίμονος om.S 13 τὸ σχῆμα om. S 15 cf. Anub. (Cat. II) 206, 25 17 χεῖρον Rad. 20 γίνοιτο S τὰ om. M 22 ῂ, ἐν κ. ζωδίος ἢ μ. M 23 δὲ καὶ ἐπὶ M 24 χείρων M 17 τοὐναντίον M 33 simillima Firmic. VI f. 68vb Ἡλίῳ S] ℂ M τετράγωνος Ma)

71
θηλυκοῖς ζῳδίοις δεξιὸς ὢν μεγάλους ἐπιδόξους σημαίνει ζωῆς καὶ θανάτου κυριεύοντας, ἐάνπερ καὶ τὰ λοιπὰ θχήματα τῇ γενέσει μογνωμονήσῃ· πρὸς ἐπὶ τούτοις δὲ καὶ Ζεὺς δεξιῷ τριγώνῳ μεγάλους δυνάστας, πόλεων προστάτας καὶ ὄχλων ἡγουμένους ἀποτελεῖ. ἐὰν δὲ θηλυκὴ ἦ ἡ γένεσις καὶ Ἀφροδίτη συμπαρῇ, βασιλεύσει καὶ πολλῶν χωρῶν ἐπικρατήσει, γίνονται δὲ εὐεργετικαὶ ἀνυπότακτοι. εἰ δὲ καὶ ὁ μὲν ἰδιοτοπεῖ καὶ ὁ ἕτερος ἐν ἰδίῳ τριγώνῳ τύχῃ, καὶ θηλυκαῖς καὶ ἀρσενικαῖς γενέσεσιν οὐδὲν ἐναντία· γίνονται γὰρ βασιλεῖς βασιλέων, ἐάνπερ ὁ μὲν οἰκοδεσποτῇ ὁ δὲ συνοικοδεσποτῇ ἢ καὶ δεσπόζῃ τῆς γενέσεως τοῦ τε κλήρου τῆς τύχης ἢ τῆς ὥρας κυριεύσωσιν. εἰ δὲ ἐν ἀρρενικοῖς ζῳδίοις εἶεν, ἐλάττονα καὶ πολὺ χείρονα τὰ ἀποτελέσματα γενήσεται· ἑξάγωνοι δὲ ἀτονὼτεροι πρὸς τὸ ἀγαθὸν καὶ πρὸς τὸ ἐναντίον.

Εἰ δὲ τετράγωνος Ἄρης Σελήνη γένοιτο ἐπὶ τὸ εὐώνυμον μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις ἐφ᾿ ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώσεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρατιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὲ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δεσπότου συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, μἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν. εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι. πολλὴ δὲ διαφορά τετραγώνου καὶ διαμέτρου. ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέστατα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι γίνονται,

Ἀφροδίτη Σελήνη τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως καὶ ἐν θηλυκοῖς ζῳδίοις ἐπιχαρεῖς εὐδαίμονας· ἔνιοι δὲ καὶ ὄχλων ἡγοῦνδεξιῶν [*](1 μεγ. M 5 ᾖ M] ἦν S 6 εὐεργετικοὶ S ἐνεργητικαὶ Rad. 8 ἀρρεν. κ. θηλ. M, θηλυκαὶ S uempe οὐκ ἐναντίοι 10 συνοικοδεσποτεῖ et δεσπόζει S 13 ἀπονώτεροι M (S?) 15 γε aut τε) γενέσεως S 16 cf. Anub. 208, 32 17 τι. ποτάσσονται M dele ἢ: an εἰς στρατιωτικόν? 19 aut ταπεινή aut ταπεινὼται τοῦ τοῦ S] τοῦ τε 20 deiecta dicit Firmic. II 17, deiuncta Salm.; at nolui τῷ ὡρ. 24 καὶ εἰ S ὁιάμετρος M 25 διαμέτρου κ. τετραγ. M 26 ἐν καρκίνῳ M ἐντιστρἑφονται S 27 εἰς τὸ Δ M] ἐντὸς S 31 ♀ M] ♂ S)

72
ται καὶ πορφύρας καὶ χρυθοφορίας καταξιοῦνται κατὰ τὸ μέγεθος τῆς γενέσεως· γίνονται γὰρ καὶ φιλόσοφοι καὶ μουσικοὶ καὶ φιλολόγοι καὶ βασιλικῆς φιλίας ἐντὸς γινόμενοι. εἰ δὲ καὶ ἐξ ἀμφοτέρων βασιλικὴ δηλοῦται ἡ γένεσις τῷ εἶναι τὸν μὲν οἰκοδεσποτοῦντα τὸν δὲ δεσπόζοντα τῆς γενέσεως, τυραννικὸν γίνεται τὸ σχῆμα· γίνονται γὰρ βασιλεῖς βασιλέων ἔνδοξοι καὶ εὐφρόσυνοι. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους μετριώτεροι τῇ δυνάμει γίνονται· ἐπὶ μέντοι τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης οὐδὲν ἀπέχουσι τοῦ τριγώνου, μάλιστα εἰ μέσον τροπικὸν ζῴδιον ἢ ἰσημερινὸν τύχῃ, πολὺ δὲ μᾶλλον ἐὰν Ἰχθύσι καὶ Ταύρῳ τὸ σχῆμα θεωρηθῇ.

Ἀφροδίτη τετράγωνος τῇ Σελήνῃ εὐπράκτους καὶ ἐπιχαρεῖς καὶ πλουσίους καὶ πάντα ὅσα ἐπὶ τριγώνου παρέχει, ἐὰν μάλιστα ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ παρῇ, ἀλλὰ μετὰ ἀνωμαλίας· εὐμετάπτωτα γὰρ γίνεται ἃ παρέχουσιν. εἰ δὲ ἐν ἀλλοτρίοις ζῳδίοις ἢ παῤ αἵρεσιν ἢ μοίραις ἐναντίαις, ὕβρεων καὶ ἀστασίας καὶ δειγματισμῶν διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστήκασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες.

Σελήνῃ Ἑρμῆς τρίγωνος ἐπὶ ἡμερινῆς γενέσεως ἑῴου ὄντος ἐπινοήμονας εὐπράκτους εὐφυεῖς κεκινημένους· εἰ δὲ ἐνδοξοτέρα εἴη ἡ γένεσις, γραμματεῖς βασιλέων ποιεῖ ἢ πόλεων ἢ χωρῶν ἄρχοντας, φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους κα μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικοδεσποτήσας ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι --- συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ, ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γινώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων, τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος καθέστηκε τῶν προειρημένων. εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχίνους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γάρ [*](1 πορφυρᾶς MS 2 φιλόφιλοι M, fort. recte 3 γενόμενοι S 4 ἡ γέν. δηλ. M τῶ M] τὸ S 9 τῶν τριγώνων Ma τρ. εἰ εἰς μέσον M 10 τύχοι S ἐὰν S] ἐν M Ἱχθύσι MSb] Καρκίνῳ Sa θεωρῆ M 13 ἡ μοῖρα MS 14 ἅπερ ἔχουσιν MS 17 καὶ om. M οὕτως S 18 cf. Firmic. VI f. 69rb ὄντος sc. Ἑρμοῦ 21 γεωμέτρους S? δὲ om. M 24 ἀπὸ M 25 γινωσκομένοις M 26 τῷ τὸ] τῶ M, τὸ S 27 potius ταὐτὰ 32 ἀγχινόους M)

73
κακοήθεις διάβολοι, τάς πράξεις ἀπὸ δόλων καὶ ἐπιθέσεων ἔχοντες καὶ οὐδὲν ὑγιὲς ἐνθυμούμενοι. εἰ δὲ διάμετρος, πρὸς τοῖς εἰρημένοις ἐναντιόβουλοι, ἀχαριστούμενοι ἐν ταῖς πράξεσι· διόπερ βλάπτονται ἀπὸ τῶν συμβαινόντων αὐτοῖς.

Ἑρμῆς Κρόνῳ τρίγωνος, μάλιστα ἐὰν ἐν ἰδίοις τύχωσι τριγώνοις, ποιεῖ βασιλέων οἰκονόμους ἢ ἐπιτρόπους ἢ ἐπὶ ναυκληριῶν ἢ οἰκονομιῶν ἢ τῶν τούτοις παραπλησίων τεταγμένους· γίνονται δὲ ἀγχίνοι συνετοὶ μονογνώμονες. τετράγωνοι δὲ πρὸς ἀλλήλους ἀπαμβλύνουσι πάντα καὶ νωθροτέρους καὶ ἐριστικοὺς καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἀρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμπόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴκοις ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάντως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τάς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμαθεῖς· τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δἰ αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ᾿ ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγόμενοι ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες.

Ἑρμῆς Δία τριγωνίζων μεγάλων πράξεων δηλωτικός, μάλιστα ἀνατολικὸς ἐῷος· τῶν γὰρ βασιλέων ἢ πόλεων ἢ ὄχλων γραμματεῖς ἢ διοικηταὶ γίνονται. διόλου δὲ ἐὰν τύχῃ ἐν ταῖς πράξεσιν ὁ τοῦ Ἑρμοῦ καὶ παρέχῃ τὸ πράσσειν, δόξαν καὶ περίκτησιν βίου ποιήσονται, μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ [*](1 διάβολοι om. M 3 ἐναντιόβολοι S 3—4 διὸ προβλάπτονται S 5 simillima Firmic. VI f. 68rb τρίγωνος om. M 7 οἰκοδομομιῶν M, sed μο del. τούτοις M] δούλοις S τεταγμένοις MS 8 cf. Anub. 207, 3 9 ἐπαμβλύνουσι M νωθρεστέρους M 12 καὶ om. M μογγιλάλοι MS 15 αὐτῆς: lunae mentio excidisse vid. 16 οὕτως S 17 διαστολαί εἰ M] οἱ S? 19 fort. [τοὺς] νοερωτέρους π. τε ποιεῖ κ. σ. M 20 λαμθάνουσι: λ ex δ M 21 πραττόμενα M 22 δὲ om. M ἀλλήλοις S διαμετροῦσι M 23 ταῖς alterum om. M 24 κάτωχοι S ἀκοφθ. „vaticinantes“ cf. Maneth. I 237 26 cf. Firmic. VI f. 68vb, Anub. 205, 13 ζΔ΄ (i. e. Διὶ τρίγωνος) M 27 fors. ἑῶος ὢν· τότε γὰρ 30 ἑξάγωνον)

74
αὐτὰ μὲν ἀποτελοῦσιν, ἐλάττονα δέ. ἐὰν δὲ τετράγωνοι ὦσι καλῶς σχηματιζόμενοι, ὅσα μὲν εἰς περίκτησιν καὶ δόξαν ἀποτελοῦσι, μετὰ φθόνου δέ· κακῶς δὲ σχηματισθέντες σὺν τῷ φθόνῳ καὶ συντριβὰς καὶ ἐξ ὑπερεχόντων ἐναντιώσεις. εἰ δὲ διάμετροι τύχωσι, μείζονας τὰς διαβολὰς ποιοῦσι καὶ ἀνώμαλοι καὶ ἐναντιόβουλοι γίνονται· εἰ δὲ ἐν τῷ κακοδαιμονήματι διάμετροι τύχωσιν, ὑπὸ μεγάλης κεφαλῆς καταδυναστευθήσονται καὶ ὄχλων ἐπαναστάσεις ἕξουσι, σπανάδελφοι δέ τι καὶ ἔχθρας πρὸς ἀδελροὺς ἢ τέκνα ἢ συγγενεῖς ἰσχάνουσιν.

Ἑρμῆς Ἀρεῖ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων ποιήσει· ποιεῖ γάρ μάγους πλάνους θύτας ἰατρούς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμβάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμφότεροι ἢ ἐὰν δς μὲν δύνῃ, δς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτελοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τελευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται, ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν [*](1 μὲν iterat M cf. Anub. 211, 13 2 ὅσα „nonnulla“ cf. Eur. Suppl. 899 (Rad.) μὲν om. M 3 φθόνῳ δὲ καὶ S 5 καὶ ἐν. δὲ καὶ M 6 κακοδαίμονι νήματι S, possis κακ. 〈ἢ μεσουρα〉 νήματι 7 ὑπὸ S] μειζο (sic) 8 τι] nempe ἢ 10 ἢ ὁ. ἢ ἑξ. S et possis etiam τρίγ. δεξ. ἢ ἑξ. 11 εὔποροι M 12 νομικοὶ om. M 13 καὶ post ἢ om. M 16 cf. Anub. 208, 24 17 γὰρ M] καὶ S 18 θύτας πλάνους M 19 noli σημειογρ. 20 διοικοῦνται S καὶ primum om. M 22 πλείστοις om. in lac. M 23 περικλείονται M nempe ἀπαγωγῆς πεῖραν λαμβάνουσι] περιλαμβάνουσι MS 24 ἢ M] καὶ S 26 ἢ om. M ἐὰν ὃς] ὃς ἐὰν MS 27 καὶ ἀπὸ S 28 ἔστιν S 29 ἂν M προσλάβονται S 30 μὲν om. S 31 ἀναλίσκονται S ἐν prius] ἐὰν MS)

75
δὲ τοῖς στερεοῖς ἀπὸ ὕψους ἢ συμπτώσεως, ἐν δὲ τοῖς διαπύροις ἀπὸ πυρός, ἐν δὲ τοῖς καθύγροις ναυαγίοις, ἐν δὲ τοῖς τροπικοῖς μονομαχοῦντες· ταῦτα δὲ καὶ ἐναλλάξαντες καὶ ὁμόσε τυχόντες ποιοῦσιν. ἐὰν δὲ δς μὲν οἰκοδεσποτῇ, δς δὲ δεσπόζῃ καὶ Ἑρμῆς ἑξάγωνος Ἀφροδίτῃ ᾖ ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ἦ, μουσικοὶ γίνονται, πολύκοιτοι, τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί.

Ἀφροδίτη Κρόνῳ τρίγωνος αὐστηροὺς ἀγελάστους ἐπισκύνιον ἔχοντας, πρὸς δὲ τὰ ἀφροδίσια σκληροτέρους, οὐ πολυκοίτους, ἀναξίαις μέντοι γε ἢ ἀργυρωνήτοις ἢ πρεσβυτέραις ἐπιμίσγονται· οἱ δὲ καὶ ταῖς τῶν ἀδελφῶν ἢ ἐπιστατῶν ἢ ταῖς τῶν πατέρων ἢ καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φίλοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλλαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελγεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέπουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται, [*](1 ὕφους M] ἤθους S 3 i. e. fines suos vel domos inter se mutantes, cf. Maneth. IV; 181; VI 670, infra 77, 29 6 φιλοπέκτας S, cf. Maneth. IV 448 σκόπας S, σκώπτρας M 7 μεγαλογράφους MS nolui κωμφδούς 8 ὁὲ καὶ om. S 9 ποιητκοί M ἦν S 9—10 πολύκοινοι M 10 τρόπων ἑτέρων S 11 cf. Anub. 204, 26 12 οὐ M] καὶ S πολυκοίνους MSb 13 πρεσβυτέροις S 14 ἢ καὶ ταῖς τῶν πατ. M 16 ἐπιγνύμεναι M ταῖς Ma 17 μέντοι γε M ζῳδίων μοίρας μόνον ἐναλλαγάς M 19 nempe ἐπικοινουμένσυς (tuetur cl. Lucianl Alex. 49 Rad. „qui in re venerea obdormiscunt“ καὶ alterum om. M 20 πολυκοίνους M, πολυκοίνα S? μηδὲ S] καὶ μὴ M 24 ἐὰν — γίνηται om. M 25 παροξύνονται M τὸ om. M 28 ἐπαγωγῶν S, διαγωγῆς M nempe περιπίπτουσιν aut περιτρέπονται)

76
πάθεσιν ἀκαθάρτοις καὶ παρὰ φύσιν ἡδοναῖς χρήσονται. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους τὴν αὐτὴν ἀποτελεσματογραφίαν τοῖς τριγώνοις ἔχουσιν, ἀμυδρὰν δὲ καὶ ἀσθενῆ. ἐῷοι μὲν ὄντες καὶ ἐν τῷ ἀπηλιώτῃ τὰς γυναῖκας ἀρρενοῦσιν οὐ μόνον ταῖς πράξεσιν, ἀλλὰ καὶ σὺν γυναιξὶ κοιμώμεναι ἀνδρῶν ἔργα ἐπιτελοῦσιν· ἑσπέριοι δὲ θηλύνουσι τοὺς ἄνδρας· ἄλλοτε μὲν γὰρ ἀνδράσι συγκοιμώμενοι γυναικῶν ἔργα ἐπιτελοῦσι, πολλάκις δὲ καὶ τῶν γονίμων στερίσκονται.

Κρόνος Διὶ τρίγωνος ἀγαθὸν δηλοῖ τὸ σχῆμα· πολυκτήμονας ἐγγαίων, κυρίους σιτικῶν καὶ ἀμπελικῶν, σιτογεμωργοὺς ἀποτελεῖ καὶ κτίστας οἰκοπέδων κωμῶν τε καὶ πόλεων, βαρεῖς δὲ καὶ ἐπισκύνιον ἔχοντας. ἐὰν δὲ ὑψηλότερον τὸ σχῆμα καὶ Ἄρης ἐπιθεωρήσῃ καὶ περὶ τὸν Ἥλιον καὶ Σελήνην, ποιοῦσι στρατοπεδάρχας ναυτικῶν τε καὶ πεζικῶν ἄρχοντας, ἐνίους δὲ καὶ ἐπὶ βασιλείας τυραννίδας ἄγουσιν. εἰ δὲ ἐν τῷ τοῦ Κρόνου τριγώνῳ τὸ σχῆμα τύχῃ μάλιστα τοῦ Διὸς ἐν τῷ Ὑδροχόῳ ἀποστρόφου τοῦ Ἄρεως ὄντος, ταπεινοψύχους δεδοικότας οὐ κατὰ πᾶν διαλάμποντας οὐδὲ ἀρχῆς τινος μετέχοντας, ἀνακεχωρηκότας δὲ καὶ ἀγροῖκον βίον αἱρουμένους. παρὰ δὲ τὰς τῶν ζῳδίων καὶ τῶν τόπων διαφορὰς καὶ αἱ διαλλαγαὶ τῶν πράξεων γίνονται. τὰ αὐτὰ δὲ καὶ ὁμόσε ἀποτελοῦσιν ἐν τοῖς χρηματίζουσι ζῳδίοις.