Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σύνοδον καὶ πανσέληνον ἀπὸ χειρὸς εὑρεῖν. λαβὺν ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν καὶ ἐπιγνοὺς πόσα ἐστὶ δωδεκατημόρια ἀνάδραμε ἀπὸ τῆς ἡλιακῆς μοίρας κἀκεῖ εὑρήσεις τὴν σύνοδον. καὶ ἡ Σελήνη δὲ τοσαύτας ἀπὸ συνόδου ἐφέξει μοίρας, ὅσα ἐὰν εὑρεθῇ δωδεκατημόρια. ἐπὶ δὲ τῶν πανσελήνων γενέσεων ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας λάμβανε ὡς ἐπὶ τὴν Σελήνην καὶ ἐπιγνούς, πόσα ἐστὶ δωδεκατημόρια, ἀφαίρει ἀαὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας· κἀκεῖ ἔσται ἡ πανσέληνος. ἐὰν δὲ τῇ πανσεληνιακῇ μοίρᾳ προσθῇς ιε΄ εὑρήσεις τὴν μέλλουσαν σύνοδον. ὁμοίως δὲ καὶ τῇ συνοδικῇ μοίρᾳ ἐὰν προσθῇς ιε΄, εὑρήσεις τὴν μέλλουσαν πανσέληνον.

Οἷον Μεσωρὶ β΄ Ἥλιος Λέοντι μοίρᾳ ε΄, Σελήνη Ζυγῷ μοίρᾳ κϚ΄· διάστημα ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην γίνεται πα΄, ἅ ἐστι δωδεκατημόρια ζ΄ ἔγγιστα. ἔσται οὖν ἑβδόμη ἡ Σελήνη ἀπὸ συνόδου, πάλιν τὰ ἑπτὰ ἀνεπόδισα ἀπὸ ἡλιακῆς μοίρας· κατέληξεν εἰς τὴν τοῦ Καρκίνου μοῖραν κη΄ ἐκεῖ ἡ σύνοδος ἐγένετο. καὶ ἀπὸ τῆς δευτέρας τοῦ Μεσωρὶ ἀνεπόδισα τὰς ζ΄ γίνεται Ἐπιφὶ κε΄· ταῖς οὖν κη΄ τοῦ Καρκίνου ἐὰν προσθῶμεν ιε΄, γίγνεται Λέοντι ιγ΄. ἔσται οὖν ἡ πανσέληνος Λέοντι μοίρᾳ ιγ΄.

[*](1 ἡμ. περιαναλαβόντες M] ἡμϊε ἀναλ. V ἡμ. 3 ὁ om. V 4 ἔχει M Κριὸν pro Καρκίνον Μ 8 τὴν παρθένον (παρθ. ir.) V] τὸν Ταῦρον Μ 9 post τὸ : τὰ β΄ τὰς V τῶν M 11 om. M 13 πόσα ιβμο ἐστὶν M 17 ὡς ἐπὶ — 19 μοίρας om. M 20 προσθεῖς M 21 σύνοδον — 22 μέλλουσαν om. M 23 μεσόριον V μεσορὶ M β΄] fort. ιβ΄ V ε΄ ex ζ΄ Μ 25 εἰσι M 26 τὰ ex corr. V] τὰς M 27 τὴν V] Μ 28 με σῶριον V μεσορὶ M 29 ταῖς V] τῆς Μ ἂν M 30 Λέοντι] Ὑδροχόου MV μοῖ γ΄ M)
26

Τὴν δὲ πανσέληνον οὕτως· ἔστω Mεχὶρ ιγ΄ Ἥλιος Ὑδροχόῳ μοίρᾳ κβ΄ Σελήνη Σκορπίῳ μοίρᾳ ζ΄. ἔλαβον ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ΄ ἕως τῆς σεληνιακῆς· γίνονταιοε΄ εἰσὶν οὖν δωδεκατημόρια Ϛ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῆς τοῦ Λέοντος μοίρας κβ΄ λοιπαὶ ιϚ΄, αἷς γέγονεν ἡ πανσέληνος. πάλιν τὰς Ϛ΄ ἀφεῖλον ἀπὸ τῆς ιγ΄ τοῦ Μεχίρ· γέγονε τοῦ Μεχὶρ ζ΄. ὁμοίως ἐπεὶ ἀπὸ συνόδου ἕως πανσελήνου εἰσὶν ἡμέραι ιε΄, ταύταις προσέθηκα τὰς η΄ γίνονται κα΄. τοσαύτας ἡμέρας ἡ Σελήνη ἀπὸ τῆς συνόδου ἀφέξει.