Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ζῳδιακῶς ἐπιγνόντες ὡροσκοποῦν ζῴδιον τὴν μοῖραν οὕτως εὑρήσομεν. μαθόντες ἔτος τῆς τετραετηρίδος ὡς ὑπόκειται τὰς παρακειμένας ὥρας τῇ γεννητικῇ ὥρᾳ ἐπιπροσθέντες καὶ Ψηφί ίσαντες τὴν Σελήνην, πόση ἐστί, τοσοῦτον ἡγησόμεθα τὸν ὡροσκόπον. ἔχει δὲ πρῶτον ἔτος ὥρας ια΄, δεύτερον ὥρας Ϛ΄, τρίτον ὥρας ιβ΄, τέταρτον ὥρας προσῳκείωται δὲ καὶ ἔτος τῆς τετραετηρίδος πρὸς τὴν τοῦ Κυνὸς ἄστρου ἐπιτολήν. Ἔτος πρῶτον τῆς τετραετηρίδος· ἀνατέλλει Καρκίνῳ ὥρᾳ πρώτῃ νυκτερινῇ. δεύτερον ἔτος, ἀνατέλλει Ζυγῷ ὥρᾳ ἡμερινῇ Ϛ΄. τρίτον ἔτος, ἀνατέλλει Αἰγόκερῳ ὥρᾳ ἡμερινῇ ιβ΄. τέταρτον ἀνατέλλει ὥρᾳ Ϛ΄ καὶ νυκτὸς Κριῷ. οὕτως καὶ ἐπὶ τῶν ἀντιγενέσεων χρηθιμεύει ὁ ὡροσκόπος, προστιθεμένων τῶν τῆς τετραετηρίδος ὡρῶν κατὰ ζητούμενον ἔτος καὶ ἀπολυομένων ἀπὸ τῆς γενεσιακῆς ὥρας· εἰς ποῖον ἂν ἐκπέσῃ ἡμικύκλιον ἤτοι νυκτερινὸν ἢ ἡμερινόν ἐκεῖ ἡγεῖσθαι τὸν ὡροσκόπον καὶ τοὺς κατʼ ἐκεῖνο καιροῦ ἀστέρας ἐπικέντρους συγκρίνειν πρὸς τὴν γένεσιν.