Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἡμέρας τὰς τοῦ Ἡλίου δεῖ λαμβάνειν καὶ τὰς λοιπὰς τὰς τῆς Σελήνης καὶ ἐκκρούειν τριακοντάδας, τὰς δὲ περιλειπομένας εἰσενέγκαντας εἰς τὸν ἀναφορικὸν λόγον παρακείμενον μέγεθος τῷ ἡλιακῷ ζῳδίῳ ποιεῖν ἐπὶ τὰς μοίρας τοῦ ζῳδίου, καὶ ἐποπροσθέντας τὰς ἡλιακὰς μοίρας ἀπολύειν τριακοντάδας· ὅσαι δʼ ἂν λείψωσιν, ἔσονται ἡλιακὸς γνώμων , ὃν καὶ σημειωσάμενοι ποιήσομεν καὶ τὸν τῆς Σελήνης γνώμονα οὕτως. διπλώσαντες ἃς ἔχει μοίρας ἡ Σελήνη ἀφαιροῦμεν τριακοντάδας, τὰς δὲ περιλειπομένας δωδεκαπλασιάσαντες καὶ ἐπιπροσθέντες τὰς τῆς Σελήνης ἢ μοίρας ἀφαιροῦμεν τριακοντάδας, καὶ αἱ λοιπαὶ ἔσονται τῆς [*](2 ὡ ἤτοι σ ν ὴ ρν ἤτοι M 4 ὥρα] ὡ M 5 nempe ἡμεριναὶ ὧραι. . . κβ΄ λεπτὰ κδ΄ 6 nempe γίνονται υμη΄ τουτέστι κύκλος εἷς καὶ πη΄ vel sim. 12 ιε΄] ιγ΄ potius (loco evanido) M 13 τούτων] τουτέστι M 16 mirum quod ab initio Cancri numerat, non a parte XIX 21 τὸν] M τούτων sc. domini signi totius et domini finium 27 εἰσενέγκαντες M 30 debuitne λειφθῶσιν?)

22
Σελήνης γνώμων. νυκτὸς δὲ τὰς λοιπὰς τῆς Σελήνης μοίρας καὶ ἃς ἔχει ὁ Ἥλιος ἐπισυνθέντες καὶ ἐκκρούσαντες εἰς τὸν ἀναφορικὸν τριακοντάδας τὰς λοιπὰς εἰσφέρομεν ἐπὶ ἡλιακὸν ζῴδιον καὶ ἐπιγνόντες ὡριαῖον μέγεθος πολλαπλασιάζομεν τὰς τοῦ Ἡλίου μοίρας καὶ ἐπιπροσθέντες, ὅσας ἔχει μοίρας ὁ Ἥλιος, ἀφαιροῦμεν τριακοντάδας· καὶ αἱ περιλειπόμεναι ἔσονται ἡλιακὸς γνώμων. ἐὰν οὖν ὑπερέχῃ ὁ τοῦ Ἡλίου γνώμων τὸν τῆς Σελήνης, ἡ ὥρα ἀφαίρεσιν ἔχει· ἐὰν δὲ ὁ τῆς Σελήνης, πρόσθεσιν, ὅση ἡ ὑπεροχή· ἐὰν δὲ ἴση, οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει. ὁμοίως καὶ ἐὰν ὑπὲρ τὰς ιε΄ ἢ ἐντὸς αἱ περιλειπόμεναι πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχωσι.

Ζῳδιακῶς ἐπιγνόντες ὡροσκοποῦν ζῴδιον τὴν μοῖραν οὕτως εὑρήσομεν. μαθόντες ἔτος τῆς τετραετηρίδος ὡς ὑπόκειται τὰς παρακειμένας ὥρας τῇ γεννητικῇ ὥρᾳ ἐπιπροσθέντες καὶ Ψηφί ίσαντες τὴν Σελήνην, πόση ἐστί, τοσοῦτον ἡγησόμεθα τὸν ὡροσκόπον. ἔχει δὲ πρῶτον ἔτος ὥρας ια΄, δεύτερον ὥρας Ϛ΄, τρίτον ὥρας ιβ΄, τέταρτον ὥρας προσῳκείωται δὲ καὶ ἔτος τῆς τετραετηρίδος πρὸς τὴν τοῦ Κυνὸς ἄστρου ἐπιτολήν. Ἔτος πρῶτον τῆς τετραετηρίδος· ἀνατέλλει Καρκίνῳ ὥρᾳ πρώτῃ νυκτερινῇ. δεύτερον ἔτος, ἀνατέλλει Ζυγῷ ὥρᾳ ἡμερινῇ Ϛ΄. τρίτον ἔτος, ἀνατέλλει Αἰγόκερῳ ὥρᾳ ἡμερινῇ ιβ΄. τέταρτον ἀνατέλλει ὥρᾳ Ϛ΄ καὶ νυκτὸς Κριῷ. οὕτως καὶ ἐπὶ τῶν ἀντιγενέσεων χρηθιμεύει ὁ ὡροσκόπος, προστιθεμένων τῶν τῆς τετραετηρίδος ὡρῶν κατὰ ζητούμενον ἔτος καὶ ἀπολυομένων ἀπὸ τῆς γενεσιακῆς ὥρας· εἰς ποῖον ἂν ἐκπέσῃ ἡμικύκλιον ἤτοι νυκτερινὸν ἢ ἡμερινόν ἐκεῖ ἡγεῖσθαι τὸν ὡροσκόπον καὶ τοὺς κατʼ ἐκεῖνο καιροῦ ἀστέρας ἐπικέντρους συγκρίνειν πρὸς τὴν γένεσιν.

Μεσουράνημα δὲ ἀπὸ χειρὸς εὑρεῖν οὕτως. ἀπὸ τῆς δυνούσης μοίρας λαβὼν κατὰ τὰς ἀναφορὰς τοῦ κλίματος ἕως τοῦ διαμέτρου τούτων τὴν ἡμίσειαν ἀπόλυε ἀπὸ τῆς δυτικῆς μοίρας· ὅπου δʼ ἂν ἐκπέσῃ, τοσοῦτον ἔσται μεσουράνημα. οἷον ἔστω ὡροσκόπος Αἰγόκερῳ μοίρᾳ ιε΄ κατὰ δεύτερον κλίμα, ἔλαβον ἀπὸ τῆς δυνούσης [*](9 nempe ἴσοι 11 ἔχουσι M 14 γενητκῆ M 21 ὡ ὡ ἡμερινῆ M 25 ἐκπέσοι Μ 27 ἐκεῖνον M 28 hinc inc. cod. V f. 89 29 οὕτως om. V 32 an τοσούτων (sc. μοιρῶν)? ἔστω M] ἔσται V ὁ ὡροσκ. M)

23
μοίρας Καρκίνου ιε΄ ἕως τῆς τοῦ Αἰγόκερω ιε΄ συνάγονται ἀναφοραὶ σιδ΄ τούτων ἥμισυ ρζ΄. ταύταις προσθεὶς τὰς ιε΄ τοῦ Καρκίνου ἀπέλυσα ἀπὸ τοῦ αὐτοῦ· κατέληξεν Σκορπίῳ μοίρᾳ β΄, ἔνθα μεσουράνημα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν δὲ καὶ μέγεθος τῶν ὡρῶν τῆς ἡμέρας ἐπιγνῶναι θέλῃς, πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἕως τῆς διαμετρούσης τὰς ἀναφοράς ἐπισυνθεὶς καὶ τούτων ιε΄ λαβὼν ἐπιγνώσῃ μέγεθος. οἷον τὴν προκειμένην δύνουσαν Καρκίνου μοῖραν ιε΄ ὑπόθου εἶναι ἡλιακήν· ἕως οὖν τοῦ διαμέτρου γίνονται ἀναφοραὶ σιδ΄ τούτων ιε΄ ιδ΄ δ΄ λοιπά εἰσιν ε΄ ιε΄ μέρος ὥρας. ἔστω οὖν ἡ ἡμέρα Ἡλίου ὄντος Καρκίνῳ περὶ μοίρας ιε΄ κατὰ κλίμα τῆς Συρίας ὡρῶν ιδ΄ ε΄ ιε΄ εἰ δὲ καὶ τῆς νυκτὸς μέγεθος ἐπιγνῶναι θέλεις, ἀπὸ τῆς διαμετρούσης μοίρας τὸν Ἥλιον ἐπισυνθεὶς τὰς ἀναφοράς ἕως ἧς ἐπέχει πραγματεύου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.