Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Μαθὼν ἀκριβῶς πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος ἐπὶ γενέσεως ἴδε, ποῦ δωδεκατημόριον ἐκπίπτει, καὶ οὖ ἂν ἐκπέσῃ τούτου εὐώνυμον τρίγωνον ὡροσκοπήσει ἢ τὰ ὁμοιόπτωτα ζῴδια οἷον ἀρρενικὰ ἢ θηλυκά, νοοῦντός σου τὴν διαφορὰν νυκτὸς ἢ ἡμέρας. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄ τούτου δωδεκατημόριον κατέληξε Σκορπίῳ· τούτου εὐώνυμον τρίγωνόν εἰσιν ἔχθύες. εἰ οὖν ἡμερινὴ ἦν ἡ γένεσις, ἔδει τοὺς Ἰχθύας ὡροσκοπεῖν ἢ Ταῦρον ἢ Καρκίνον· εἰ δὲ νυκτερινή, τὰ τούτων διάμετρα· Αἰγόκερως ὡροσκοπήσει κατὰ τὴν πρώτην ὥραν.

Ὅσων ἂν ἦ μοιρῶν ὁ Ἥλιος, ἐπιγνούς ἀκριβῶς ἡμέρας ταύταις πρόσθες τὴν ἀναφορὰν τοῦ ζῳδίου, ᾧ ὁ Ἥλιος τυγχάνει. καὶ ἀπόλυε ἀπὸ τῆς κατὰ γένεσιν Σελήνης, ἑκάστῳ ζῳδίῳ ἀνὰ μίαν μοῖραν διδούς· ὅπου ἐὰν καταλήξῃ, ἐκεῖ ὁ ὡροσκόπος, ἢ καθὼς πρόκειται εἰς τὰ ὁμοιόπτωτα. νυκτὸς δὲ ἐπιθεὶς τὴν ἀνα φορὰν τοῦ σεληνιακοῦ ζῳδίου ἀπόλυε ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου. οἷον ἐπὶ τοῦ προκειμένου παραδείγματος Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ· ταύταις προσέθηκα τὴν ἀναφοράν τοῦ ζῳδίου λζ΄ γίνονται νθ΄. ταύτας ἀπέλυσα ἀπὸ Ἡλίου, κατέληξεν Αἰγόκερῳ· ἐκεῖ ὁ ὡροσκόπος.

Ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας πλῆθος ἀναλαβών καὶ τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν πεντεκαίδεκα καὶ προσθεὶς τῷ πρώτῳ ἀριθμῷ ἀπόλυε ἡμέρας μὲν ἀπὸ Αἰγόκερω ἀνὰ λ΄, νυκτὸς δὲ ἀπὸ Ἰχθύων. ἢ πάλιν τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν ιε΄ καὶ προσθεὶς τὰς τῦ Ἡλἱου μοίρας ἀπόλυε ἡμέρας μὲν ἀπὸ αὐτοῦ τοῦ Ἡλίου πρὸς ἀναφορὰν κατὰ γεννητικὸν κλίμα, νυκτὸς δὲ ἀπὸ τοῦ ὡροσκόπου πρὸς ἀναφοράν. Μυστικὸς δὲ καὶ ἀναγκαστικὸς ὡροσκόπος οὕτως εὑρίσκεται· ἐπὶ μὲν ἡμερινῆς γενέσεως [*](1 an εὐτυχεῖς? 5 sententia curta; possis 〈τοῦτο προσθῶμεν, ὅτι〉 τοῦ οἰκ. αὐτῇ 15 νυκτερινή] νύξ M 17 ἦν Μ 19 τῆς] τοῦ 20 ἢ] εἷ M ex corr. 22 ἀπὸ] ἐπὶ M 25 νθ΄ (= 22 + 37)] μδ΄ M κατέληξα M 25. 31 τὸν] τῶν M 34 οὗτος M)

20
ὡροσκοπήσει στόριμον τρίγωνον τοῦ Ἡλίου ἢ τὰ τούτου ἑξάγωνα, ἐπὶ δὲ νυκτερινῆς τὰ τούτων διάμετρα. ὥστε καὶ ἄτερ ὥρας ἐὰν ἐπιγνῷς, πότερον νύξ ἢ ἡμέρα, εὑρήσεις ὡροσκοποῦν ζῴδιον.

Πρὸς δὲ λεπτομερῆ καὶ μοιρικὴν εὕρεσιν ὡροσκόπου οὕτως. τὰς γεννητικὰς ὥρας ἐπὶ τῆς Σελήνης δρόμημα πολυπλασιάσας ἀπόλυε ἡμέρας μὲν ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, νυκτὸς δὲ ἀπὸ τοῦ διαμέτρου, καὶ ὅπου δἂν καταλήξῃ, τοσούτων μοιρῶν ὁ ὡροσκόπος κριθήσεται. ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτός α΄· Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄. Σελήνη Σκορπίου μοίρᾳ ζ΄, δρόμημα τῆς Σελήνης τῇ ιδ΄ ἡμέρᾳ ἀπὸ ἐποχῆς ιγ΄ νβ΄· εἰσῆλθον εἰς προκείμενον ὄργανον εἰς τὰς ιδ΄ μοίρας τὰς τῷ πρώτῳ στίχῳ καὶ εὗρον ὑποκάτω κατὰ τὴν πρώτην ὥρας ιϚ΄. ταῦτας ἀπέλυσα καὶ ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ΄· κατέληξεν τῷ Αἰγόκερῳ περὶ μοῖραν η΄  ἐὰν δέ πως ἐκ τοῦ ἀναφορικοῦ πλειόνων ἢ ἡττόνων μοιρῶν εὑρεθῇ, ἐκ τῆς προκειμένης ἐφόδου γνωσθήσεται, πότερον πρόσθεσιν ἢ ἀφαίρεσιν ἡ ὥρα ἔχει.

Ἐπὶ μὲν τῶν ἡμέρας τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ ὅσας ἐπέχει ἡ Σελήνη ἐπισυνθεὶς ἔκκρουε τριακοντάδας, καὶ αἱ λοιπαὶ ὡροσκοπήσουσιν· ἐπὶ δὲ τῶν νυκτὸς τὰς λοιπὰς τῆς Σελήνης καὶ ὅσας ἐπέχει ὁ Ἥλιος. ἐὰν μέντοι ὑπὲρ τὴν λογιζομένην ὥραν πλεονάσῃ ὁ ἀριθμός, ὅσαι ἂν ὑστερῶσιν εἰς τὰς λ΄ ἢ εἰς μέγεθος τῆς ὥρας, τοσαῦται ὡροσκοπήσουσιν. ἀπὸ τῆς κε΄ τοῦ Ἐπιφὶ ἕως τῆς γεννητικῆς ἡμέρας ψήφισον τὰς ἡμέρας σὺν ταῖς ἐπαγομέναις καὶ πρόσβαλλε τῷ ἀριθμῷ μόνα κβ΄ καὶ ἀπόλυε τὸν ἀριθμὸν ἀνὰ λ΄, ἡμέρας μὲν ἀπὸ Καρκίνου, νυκτὸς δὲ ἀπὸ Αἰγονέρωτος· ὅπου δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ ὡροσκότος, καὶ ὧν μοιρῶν, τοσαῦται ὡροσκοπήσουσιν.