Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέσεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας ἐπάγουσι, δόλους καὶ ἐπιβουλάς καὶ κακοποιίας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἤ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ποιῶνγαθο μαρτυρηθέντες ἐπισήμους καὶ λαμπράς γενέσεις κατασκευάσωσιν ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύνους ἢ προδοσίας.

Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολάς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυίστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς θεῖον, δυσσυνειδήτους.