Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸν δὲ Ἥλιον μοιρικῶς οὕτως ἐπιγνώσῃ· πάντοτε τῇ γενεθλιακῇ ἡμέρᾳ προστίθει ἀπὸ μὲν Θὼθ ἕως Φαμενὼθ μοίρας η΄, καὶ τοσούτων εὑρήσεις τὸν Ἥλιον· τῷ Φαρμουθὶ ζ΄, τῷ Παχών Ϛ΄, τῷ Παϋνὶ ε΄, τῷ Ἐπιφὶ δ΄, τῷ Μεσωρὶ γ΄ οἰον Φαωφὶ Ϛ΄, προσέθηκα η΄ γίνονται ιδ΄ τοσούτων μοιρῶν ὁ Ἥλιος Ζυγῷ. Παχὼν Ϛ΄ καὶ Ϛ΄· γίνεται ιβ΄· τοσούτων μοιρῶν ὁ Ἥλιος Ταύρῳ.

Ἐπεὶ δέ τινες τῶν φιλομαθῶν περὶ τὴν τῶν ἀριθμῶν ἀγωγὴν προθυμότεροι καθίστανται, τούτοις ἀναγκαῖον ὑποτάξαι καὶ τοὺς λοιποὺς ἀστέρας ἀπὸ χειρός, ὅπως διὰ τῆς τοιαύτης τριβῆς ἡδεῖαν τὴν μοιρικὴν καὶ ἀκριβῆ διδασκαλίαν ἀναλαβόντες οὕτως καὶ τὴν τῶν μειζόνων αἱρέσεων διάκρισιν ποιήσωνται μετὰ πάσης προθυμίας.

Τὸν μὲν οὖν Κρόνον οὕτως ψηφιστέον· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὰ δὲ περιλειπόμενα [*](3 nempe α΄ 〈ἥ〉 ἐστιν τῆς νερούα προσθέσεως M cf. v. 15 8 ἀντωνίνου M 10 κομόδω M „laterculi regna M. Aureli et Veri et Commodi in unum contraxerunt, cf. Chron. min. III p. 448, 25“ Cumont 12 ἐβασίλευσεν M 16 anno igitur 248 p. Chr. n. aut paulo post haec interpolata videntur, usurpatus est πρόχειρος κανὼν aliquis simillimus ei qui traditur (Ideler I 113) 21 Φαρμουθὶ ξ΄ Cumont] φαμενὼθ ἐβδόμῳ M 22 μεσωρὶ et φαωθὶ (et ita semper) M 32 ἔτει M δύνει M)

34
πολυπλασίασον ἐπὶ τὸν ιβ΄· καὶ ὁσάκις εἶ ἐκκεκρουκώς τριακοντάδας, ἑκάστου κύκλου ἀναλάμβανε ε΄ καὶ ἀπὸ Θὼθ ἑκάστου μηνὸς ἀνὰ α΄, ἑκάστης δὲ ἡμέρας ἀνὰ λβ΄, καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Καρκίνου κατὰ ἑξῆς ἀνὰ λ΄ καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀστήρ.

Τὸν δὲ Δία οὕτως. Τὰ ἀπὸ Καίσαρος πλήρη μέριζε παρά τὸν ιβ΄, τὰς δὲ καταλειπομένας πολυπλασίασον ἐπὶ τὸν ιβ΄ καὶ συναναλάμβανε τούτοις, ὁσάκις ἄν ᾖς ἐκκεκρουκὼς δωδεκάδας, ἑκάστου κύκλου ἀνὰ α΄. καὶ ἑκάστου μηνὸς ἀνὰ α΄ καὶ ἑκάστης ἡμέρας ε΄ θ΄· καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Ταύρου ἀνὰ ιβ΄ ἐκάστῳ ζῳδίῳ.

Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις οὗ ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὸν δὲ καταλειπόμενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσης, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ β΄ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξ΄ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἣ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ μοίρας ε΄. ὅπου δ᾿ ἂν καταλήξῃ, σημειωσάμενος ζῴδιον σκόπει τὸν Ἥλιον, ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῴδίου, ἐὰν δὲ κατώτερος, προποδίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μάλιστα δὲ ἡ Ἀφροδίτη.

Τὴν δὲ Ἀφροδίτην οὕτως. τὰ ἀπὸ Καίσαρος ἕως οὗ ζητεῖς ἔτους ἀναλαβών μέριζε παρὰ τὸν η΄, τὸν δὲ καταλειφθέντα ἐντὸς τῶν η΄ ἀριθμὸν σκόπει εἰ ἔχει ἐποχὴν στηριγμοῦ, κἀκείνῃ χρησάμενος ἀναλάμβανε πλῆθος τῶν ἡμερῶν ἕως τῆς ἐπιζητουμένης ἡμέρας, ἐάνπερ ἐπιδέχηται. εἰ δ᾿ οὖν, τῇ ὑπεράνω χρῶ, καθάπερ ἐπὶ τῆς Σελήνης· ἐὰν γὰρ πρὸ γενέσεως εὑρεθῇ ἡ ἐπνχή αὕτη, χρηστέον· ἐὰν δὲ μετὰ τὴν γένεσιν, τῇ ὑπεράνω. συναθροίσας δὲ κεφάλαιον καὶ ἀχελὼν τοῦ ζῳδίου τὴν ἐποχὴν ἀπόλυε ἑκάστου ζῳδίου μοίρας ρκ΄, τουτέστι τοῦ στηριγμοῦ τὰς λοιπάς ἀπὸ τοῦ ἐχομένου ζῳδίου ἀπὸ τῆς ἐποχῆς ἀπόλυε, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ κε΄. ὅπου δ᾿ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται [*](8 συναναναλάμβανε M ἐκκρουκὼς M 10 ε΄ θ΄ fort. corruptum 12 αὐγ. ζητεῖς μέχρις ἔτους M, corr. Cumont 13 δύνει: M 14 πρότερον M 16 ordinem ipse perturbavit 26 Caesar pro Augusto positus 31 προγενεσίων M 34 haec turbata 35 del. Cumont)

35
ἡ Ἀφροδίτη. αἱ δὲ ἐποχαὶ τῶν στηριγμῶν πρόδηλοι ἔσονται ἐκ τῶν περιλειπομένων ἐτῶν· ἐὰν περισσεύῃ οἷον α΄ γ΄ δ΄ Ϛ΄ ζ΄, στηρίζει· ἐὰν δὲ β΄ ε΄, ὁδεύει. ἡ οὖν πρώτη ἐποχὴ ἐφέξει Φαμενὼθ ι΄ Ταύρῳ, αἱ γ΄ Φαωθὶ ι΄ Τοξότῃ, αἱ δ΄ Παϋνὶ κβ΄ Λέοντι, αἱ Ϛ΄ Τυβὶ η΄ Ἰχθύσιν, αἱ ζ΄ Μεσωρὶ ιδ΄ Ζυγῷ· εἰς η΄ ἔτος τὸν στηριγμὸν ἐπέχουσα.