Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὰς κγ΄ νε΄ ἀπολύω ἀπὸ Λέοντος διδοὺς ἑκάστῳ ἀνὰ β΄· ἕως οὖν Διδύμων γίνονται κβ΄, καὶ λοιπὰ α΄ νε΄· ταύτας πολυπλασιάζω ἐπὶ τὸν ιε΄· γίνονται κη΄ με΄ Καρκίνου. εἶτα λαμβάνω ἀπὸ Ταύρου πάντοτε ἀνὰ μοῖραν σ΄ ἕως ἐκπεπτωκυίας μοίρας· γίνονται πθ΄ ἔγγιστα. ταύτας ἀναποδίζω ἀπὸ τῆς σεληνιακῆς μοίρας, ἥτις ἐστὶ Σκορπίου ζ΄· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν η΄ ὁ ἀναβιβάζων. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων σκοπεῖν δεήσει. ἐὰν δὲ καὶ ζῴδιον τοῦ πλάτους θέλω ἐπιγνῶναι, οὕτως ποιήσω. αὐτὰς μόνον τὰς τῇ ἐποχῇ παρακειμένας τοῦ πλάτους ιβ΄ τη΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄ γίνονται ρπδ΄ λ΄ ἀπολύω ἀπὸ Λέοντος· καταλήγει εἰς Υδροχόου δ΄ λ΄. εἶτα τὰς τῆς ἡμερησίας ταῖς σδ΄ παρακειμένας μοίρας πλάτους μοίρας ια΄ λζ΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄. γίνονται ροδ΄ ιε΄. ταύταις προσθεὶς τὰς τοῦ Ὑδροχόου δ΄ λ΄ ἀπέλυσα ἀπ᾿ αὐτοῦ· κατέληξε Καρκίνῳ κη με΄. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐποχῶν εὑρήσομεν ζῴδιον τοῦ πλάτους.

[*](1 πλήρη Vb fort. post ἔτη 3 βοᾱβ M αἱρω V, αἴρω M an ἀφαιρῶ? 5 τὴν om. M 7 ἀγαθοποί V 14 σμ M 16 τὸν] VM 18 με΄] νε΄ VM 19 totum caput XVII deest in M 22 τὸν M] τῶν V 23 nempe ἕως 〈τῆς〉 numerat a Tauri 1° usque ad Cancri 28° 45΄ 29 V ρπα΄ λ΄ V 32 (pro τὸν) et 𝒢οὁ ιε V)