Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀναβιβάζοντα δὲ ἀπὸ χειρὸς εὑρεῖν, τὰ πλήρη ἔτη ἀπὸ Αὐγούστου λαβὼν πολυπλασίασον ἐπὶ τὸν ιθ΄ γ΄ καὶ ἑκάστου μηνὸς Αἰγυπτίου ἀνὰ μοῖραν α΄ ε΄ λε΄, ἑκάστης δὲ ἡμέρας ε΄γ΄ συνθεὶς ἀφαίρει τοῖς πρώτοις ἀνὰ τξ΄. τὸν δὲ καταλειπόμενον ἀριθμὸν ἀνωφερῶς ἀπὸ Καρκίνου δίδου ἑκάστῳ ζῳδίῳ ἀνὰ λ΄ καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀναβιβάζων. οἶον Ἀδριανοῦ δ΄ Φαμενὼθ [*](1 ἐν (Καρκίνῳ) M 4 περὶ γ ξ μ ℂ V om. M de die tertio cf. B. L. 487 2 μ fort. errore ortum ex ια΄ (cf. Firm. IV 1, 7) 6 καὶ prius om. M 7 ἡ ℂ M 13 eam partem in qua Luna in genitura fuit 16 άτυχῆς M 18 ἐν τοῖς χρ. M 19 post τόποις add. M: τῶν ℂ καὶ τῶν ἀστέρων 21 υπὸ τῶν κ. V 24 om. M 26 τὸν om. M 27 fort. α΄ λεπτὰ ε΄ et (pro ε΄ γ΄) λεπτὰ γ΄ 28 τοῖς πρώτοις vix sanum 30 καταλήξης V)

30
τθ΄· τὰ ἀπὸ Αὐγούστου πλήρη ἔτη ρμη΄ ταύτας ἐπὶ τὸν ιθ΄ τρίτον γίνονται βωξβ΄· καὶ ἀπὸ Θὼθ ἕως τοῦ Φαμενὼθ συνάγονται μοῖραι ι΄ γίγνονται ὁμοῦ βωοβ΄. αἱρῶ κύκλους ἐκ τούτων ζ΄ ἀνὰ τξ΄ λοιπαὶ καταλείπονται τνβ΄. ταύτας ἀνωφερῶς ἀπὸ Καρκίνου· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν η΄ ἔσται οὖν ὁ ἐκλειπτικὸς τόπος ἐνταῦθα, ὁ δὲ καταβιβάζων τῷ διαμέτρῳ.

Σκοπεῖν οὖν δεήσει, τούτοις εἰ ἀγαθοποιοί εἰσι καὶ μάλιστα τῳ ἀναβιβάζοντι· ἔσται γὰρ ἡ γένεσις εὔπορος καὶ πρακτική· κἂν μετρία εὑρεθῇ ἢ καθαιρέσει γινομένη, ἀναβιβασθήσεται καὶ δόξῃ γενήσεται. οἱ δὲ κακοποιοὶ ἐκπτώσεις καὶ καταιτιασμούς ἀποτελοῦσιν. ἀπὸ δὲ τῶν σεληνιακῶν ἐποχῶν καὶ ἡμερησίων ὁ ἀναβιβάζων καὶ ζῴδιον τοῦ πλάτους οὕτως εὑρίσκεται. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως δ΄ ἔτει Ἀδριανοῦ Φαμενὼθ ιθ΄ ἀπὸ ἐποχῆς ἕως γενεσιακῆς ἡμέρας γίνονται σδ΄· καὶ ἐποχῇ μὲν παράκεινται πλάτους μοῖραι ιβ΄ ῖη΄ καὶ εἰς τὰς σδ΄ τοῦ πλάτους ια΄ λζ΄, γίνονται κγ΄ νε΄ ταύτας ἐπὶ τὸν ιε΄ γίνονται τνη΄ με΄ ἀπολύω ἀπὸ Λέοντος κατὰ τὰ ἐξῆς· καταλήγει Καρκίνῳ κη με΄.