Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ τῆς ἑβδομάδος καὶ σαββατικῆς ἡμέρας οὕτως. τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη καὶ τὰς ἐμβολίμους ἀναλαβὼν πρόσθες καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκ τούτων ἀφαίρει ὁσάκις δύνῃ ἑπτά, τὰς δὲ λοιπὰς ἀπὸ Ἥλίου· εἰς οἷον δʼ ἂν καταλήξῃς ἀστέρα, ἐκείνου ἔσται ἡ ἡμέρα. ἡ δὲ τάξις τῶν ἀστέρων πρὸς τὰς ἡμέρας οὕτως ἔχει· Ἥλιος Σελήνη Ἄρης Ἑρμῆς Ζεὺς Ἀροδίτη Κρόνος. ἡ δὲ τῶν ζωνῶν διάθεσις οὕτως· Κρόνος Ζεὺς Ἄρης Ἡλιος Ἀφροδίτη Ἑρμῆς Σελήνη· ἐκ ταύτης δὲ τῆς διαθέσεως αἱ ὧραι σημαίνονται, ἐκ δὲ τῶν ὡρῶν ἡ ἡμέρα τοῦ ἑξῆς ἀστέρος. οἷον ἔτος δ΄ Ἀδριανοῦ Μεχὶρ κατὰ Ἀλεξανδρεῖς ιγ΄ νυκτὸς ὥρα α΄· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρμη΄ καὶ ἐμβόλιμοι λϚ΄ καὶ ἀπὸ Θὼθ ἕωςιγ΄ Μεχὶρ ἡμέραι ρξγ΄ γίγνεται τμζ΄ ἀφαιρῶ ἑβδομάδας μθ΄ λοιπαὶ δ΄ ἀπὸ Ἡλίου καταλήγει εἰς Ἑρμοῦ ἡμέραν, καὶ ἡ α΄ ὥρα νυκτὸς Ἑρμοῦ, ἡ δευτέρα Σελήνης, ἡ τρίτη Κρόνου, ἡ τετάρτη Διός, ἡ πέμπτη Ἄρεως, ἡ ἕκτη Ἡλίου, ἡ ἑβδόμη Ἀφροδίτης, ὀγδόη Ἑρμοῦ, ἡ ἐνάτη Σελήνης, ἡ δεκάτη Κρόνου, ἡ ἑνδεκάτη Διός, ἡ δωδεκάτη Ἄρεως· ἡ ἡμέρα α΄ Ἡλίου, β΄ Ἀφροδίτης, τρίτη Ἑρμοῦ, τετάρτη Σελήνης, πέμπτη Κρόνου, ἕκτη Διός, ἑβδόμη Ἄρεως, ὀγδόη Ἡλίου, ἐνάτη Ἀφροδίτης, δεκάτη Ἑρμοῦ, ἑνδεκάτη Σελήνης, δωδεκάτη Κρόνου. εἶτα ἑξῆς γίγνεται ἡ ἐπιοῦσα ἡμέρα τουτέστι Μεχὶρ ιδ΄ ἔσται Διὸς καὶ ἡ α΄ ὥρα.

[*](1 ἔπτω V] ω M μεχρὶρ Μ 10 sq. om. M 12 ἀπὸ τοῦ αὐ. M 13 πλήρου M 15 δύνει M 16 καταλήξῃ M ἐσεὶν Μ 19 δὲ V] οὖν Μ 21 δ΄] α΄ MV cf. Catat. II 86 22 ἔτη ἔπλήρη Μ 23 ἡμέραι om. V 25 τῆς νυκτὸς Μ 32 μεχρὶρ Μ fort. 〈οὗ〉 καὶ)