Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ Θεός· καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεὸς οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· οὐ μὴ φάγησθε ἀπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικὶ, οὐ θανάτῳ ἀποθανεῖσθε. ᾔδει γὰρ ὁ Θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν

v.2.p.94
καὶ πονηρόν. καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μεθ᾿ ἑαυτῆς, καὶ ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ ἔῤῥαψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα, καὶ ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν. καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου τοῦ Θεοῦ, ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. καὶ ἐκάλεσε κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ ποῦ εἶ; καὶ εἶπεν αὐτῷ· τὴν φωνήν σου ἤκουσα ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. καὶ εἶπεν αὐτῷ· τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; καὶ εἶπεν Ἀδάμ· ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. καὶ εἶπεν ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. καὶ εἶπε κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ἔχθραν ποιήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει τὴν κεφαλὴν, καὶ σὺ αὐτοῦ τηρήσεις τὴν πτέρναν. καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. ἐν λύπῃ τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει. τῷ δὲ Ἀδὰμ
v.2.p.96
εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μόνου τούτου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ σου. ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.

Ἐρεῖς οὖν μοι· σὺ φῂς τὸν Θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν; ἄκουε ὅ φημι· ὁ μὲν Θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστι, καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· οὐ γάρ ἐστι τόπος τῆς καταπαύσεως αὐτοῦ. ὁ δὲ λόγος αὐτοῦ, δι᾿ οὗ τὰ πάντα πεποίηκε, δύναμις ὦν καὶ σοφία αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγίνετο εἰς τὸν παράδεισον ἐν προσώπῳ τοῦ Θεοῦ, καὶ ὡμίλει τῷ Ἀδάμ. καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι· φωνὴ δὲ τί ἄλλο ἐστὶν, ἀλλ᾿ ἢ ὁ λόγος ὁ τοῦ Θεοῦ, ὅς ἐστι καὶ υἱὸς αὐτοῦ; οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀληθεία διηγεῖται τὸν λόγον, τὸν ὄντα διαπαντὸς ἐνδιάθετον ἐν καρδίᾳ Θεοῦ. πρὸ γὰρ τὶ γίνεσθαι, τοῦτον εἶχε σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. ὁπότε δ᾿ ἠθέλησεν

v.2.p.98
ὁ Θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησε προφορικὸν, πρωτότοκον πάσης κτίσεως, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας, καὶ τῷ λόγῳ αὐτοῦ διαπαντὸς ὁμιλῶν. ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ, καὶ πάντες οἱ πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν· δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἦν ὁ Θεὸς, καὶ ἐν αὐτῷ ὁ λόγος. ἔπειτα λέγει· καὶ Θεὸς ἦν ὁ λόγος· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Θεὸς οὖν ὢν ὁ λόγος, καὶ ἐκ Θεοῦ πεφυκὼς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων, πέμπει αὐτὸν εἴς τινα τόπον· ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ᾿ αὐτοῦ, καὶ ἐν τόπῳ εὑρίσκεται.

Τὸν οὖν ἄνθρωπον ὁ Θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσιν αὐτοῦ πεφανέρωκε μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τὸ ἐν κρείσσονι τόπῳ καὶ χωρίῳ διαφόρῳ αὐτὸν εἶναι. καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, αὐτὸ τὸ ἔργον δείκνυσι. πῶς γὰρ οὐκ ἔστι κατανοῆσαι τὴν μὲν ὠδῖνα, ἣν πάσχουσιν ἐν τῷ τοκετῷ αἱ γυναῖκες, καὶ μετὰ τοῦτο λήθην τοῦ πόνου ποιοῦνται, ὅπως πληρωθῇ ὁ τοῦ Θεοῦ λόγος, εἰς αὐξάνεσθαι καὶ πληθύνεσθαι τὸ γένος τῶν ἀνθρώπων; τί δ᾿ οὐχὶ καὶ τὴν τοῦ ὄφεως κατάκρισιν, πῶς στυγητὸς τυγχάνει ἕρπων ἐπὶ τῇ κοιλίᾳ,

v.2.p.100
καὶ ἐσθίων γῆν; ὅπως καὶ τοῦτο ᾖ εἰς ἀπόδειξιν ἡμῖν τῶν προειρημένων.

Ἐξανατείλας οὖν ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι· ὅπου γε καὶ φυτεία ὠνόμασται ὑπὸ Θεοῦ πεφυτευμένη. καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκε. τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς, καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν ἑτέρα γῆ, ἀλλ᾿ ἢ ἐν μόνῳ τῷ παραδείσῳ. ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστι, καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. τῷ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς, σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανὸν, ὑφ᾿ ὃν καὶ ἀνατολὴ καὶ γῆ εἰσιν. Ἐδὲμ δὲ Ἑβραϊστὶ τὸ εἰρημένον, ἑρμηνεύεται τρυφή. ποταμὸν δὲ σεσήμαγκεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ, ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο, οἱ καλούμενοι Φεισὼν καὶ Γεὼν, ποτίζουσι τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεὼν, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀναφαίνεσθαι, τὸν καλούμενον Νεῖλον. οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ᾿ ἡμῖν, οἱ καλούμενοι

v.2.p.102
Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων. θεὶς δὲ ὁ Θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ, εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτὸν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνου δὲ ἐκ τοῦ ξύλου τοῦ τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι· μετέθηκε δὲ αὐτὸν ὁ Θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθεὶς, οὕτω καὶ εἰς οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς, οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων. οὕτω καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονὴν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται) ἔχων ἀϊδιότητα. τῷ δὲ εἰπεῖν, ἐργάζεσθε, οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ, ἀλλ᾿ ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅπως μὴ παρακούσας ἀπολέσῃ ἑαυτὸν, καθὼς καὶ ἀπώλεσε διὰ ἁμαρτίας.

Τὸ μὲν ξύλον τὸ τῆς γνώσεως αὐτὸ μὲν καλὸν, καὶ ὁ κάρπος αὐτοῦ καλός. οὐ γὰρ ὡς οἴονταί τινες, θάνατον εἶχε τὸ ξύλον, ἀλλ᾿ ἡ παρακοή. οὐ γάρ τι ἕτερον ἦν ἐν τῷ καρπῷ ἢ μόνον γνῶσις. ἡ δὲ γνῶσις καλὴ, ἐπὰν αὐτῇ οἰκείως τις χρήσηται. τῇ δὲ οὔσῃ ἡλικίᾳ ὁ Ἀδὰμ ἔτι νήπιος ἦν, διὸ οὔπω ἠδύνατο τὴν γνῶσιν κατ᾿ ἀξίαν χωρεῖν. καὶ γὰρ νῦν, ἐπὰν γενηθῇ παιδίον, οὐκ ἤδη δύναται ἄρτον ἐσθίειν, ἀλλὰ πρῶτον γάλακτι ἀνατρέφεται, ἔπειτα κατὰ πρόσβασιν τῆς ἡλικίας

v.2.p.104
καὶ ἐπὶ τὴν στερεὰν τροφὴν ἔρχεται. οὕτως ἂν ἐγεγόνει καὶ τῷ Ἀδάμ. διὸ οὐχ ὡς φθονῶν αὐτῷ ὁ Θεὸς, ὡς οἴονταί τινες, ἐκέλευσε μὴ ἐσθίειν ἀπὸ τῆς γνώσεως. ἔτι μὴν καὶ ἐβούλετο δοκιμάσαι αὐτὸν, εἰ ὑπήκοος γίνεται τῇ ἐντολῇ αὐτοῦ· ἅμα δὲ καὶ ἐπὶ πλείονα χρόνον ἐβούλετο ἁπλοῦν καὶ ἀκέραιον διαμεῖναι τὸν ἄνθρωπον νηπιάζοντα. τοῦτο γὰρ ὅσιόν ἐστιν, οὐ μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ παρὰ ἀνθρώποις, τὸ ἐν ἁπλότητι καὶ ἀκακίᾳ ὑποτάσσεσθαι τοῖς γονεῦσιν. εἰ δὲ χρὴ τὰ τέκνα τοῖς γονεῦσιν ὑποτάσσεσθαι, πόσῳ μᾶλλον τῷ Θεῷ καὶ πατρὶ τῶν ὅλων; ἔτι μὴν καὶ ἄσχημόν ἐστι τὰ παιδία τὰ νήπια ὑπὲρ ἡλικίαν φρονεῖν. καθάπερ γὰρ τῇ ἡλικίᾳ τις πρὸς τάξιν αὔξει, οὕτω καὶ ἐν τῷ φρονεῖν. ἀλλ᾿ ὥστε ἐπὰν νόμος κελεύσῃ ἀπέχεσθαι ἀπό τινος, καὶ μὴ ὑπακούῃ τις, δηλονότι οὐχ ὁ νόμος κόλασιν παρέχει, ἀλλὰ ἡ ἀπείθεια καὶ ἡ παρακοή. καὶ γὰρ πατὴρ ἰδίῳ τέκνῳ ἐνίοτε προστάσσει ἀπέχεσθαί τινων, καὶ ἐπὰν οὐχ ὑπακούῃ τῇ πατρικῇ ἐντολῇ, δέρεται καὶ ἐπιτιμίας τυγχάνει διὰ τὴν παρακοήν. καὶ οὐκ ἤδη αὐτὰ τὰ πράγματα πληγαί εἰσιν, ἀλλ᾿ ἡ παρακοὴ τῷ ἀπειθοῦντι ὕβριν περιποιεῖται. οὕτω καὶ τῷ πρωτοπλάστῳ ἡ παρακοὴ περιεποιήσατο ἐκβληθῆναι αὐτὸν ἐκ τοῦ παραδείσου· οὐ μέντοι γε ὡς κακοῦ τι ἔχοντος τοῦ ξύλου τῆς γνώσεως, διὰ δὲ τῆς παρακοῆς ὁ ἄνθρωπος ἐξήντλησε πόνον, ὀδύνην, λύπην, καὶ τὸ τέλος ῾πὸ θάνατον ἔπεσε.

Καὶ τοῦτο δὲ ὁ Θεὸς μεγάλην εὐεργεσίαν

v.2.p.106
πάρεσχε τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα, ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμοῦ ἐξέβαλεν αὐτὸν ἐκ τοῦ παραδείσου, ὅπως διὰ τῆς ἐπιτιμίας τακτῷ ἀποτίσας χρόνῳ τὴν ἁμαρτίαν, καὶ παιδευθεὶς, ἐξ ὑστέρου ἀνακληθῇ. διὸ καὶ πλασθέντος ἀνθρώπου ἐν τῷ κόσμῳ τούτῳ, μυστηριωδῶς ἐν τῇ Γενέσει γέγραπται, ὡς δὶς αὐτοῦ ἐν τῷ παραδείσῳ τεθέντος· ἵνα τὸ μὲν ἅπαξ ᾖ πεπληρωμένον ὁπότε ἐτέθη· τὸ δὲ δεύτερον μέλλει πληροῦσθαι μετὰ τὴν ἀνάστασιν καὶ κρίσιν. οὐ μὴν ἀλλὰ καὶ καθάπερ σκεῦός τι, ἐπὰν πλασθὲν αἰτίαν τινὰ σχῇ, ἀναχωνεύεται ἢ ἀναπλάσσεται, εἰς τὸ γενέσθαι καινὸν καὶ ὁλόκληρον· οὕτω γίνεται καὶ τῷ ἀνθρώπῳ διὰ θανάτου. δυνάμει γὰρ τέθραυσται, ἵνα ἐν τῇ ἀναστάσει ὑγιὴς εὑρεθῇ· λέγω δὲ ἄσπιλος καὶ δίκαιος καὶ ἀθάνατος. τὸ δὲ καλέσαι καὶ εἰπεῖν τὸν Θεὸν, ποῦ εἶ Ἀδάμ; οὐχ ὡς ἀγνοῶν τοῦτο ἐποίει ὁ Θεὸς, ἀλλὰ μακρόθυμος ὢν ἀφορμὴν ἐδίδου αὐτῷ μετανοίας καὶ ἐξομολογήσεως.

Ἀλλὰ φήσει οὖν τις ἡμῖν, θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος; οὐδαμῶς. τί οὖν ἀθάνατος; οὐδὲ τοῦτο φαμέν. ἀλλὰ ἐρεῖ τις, οὐδὲν οὖν ἐγένετο; οὐδὲ τοῦτο. ἐγὼ μὲν, οὔτε οὖν φύσει θνητὸς ἐγένετο οὔτε ἀθάνατος. εἰ γὰρ ἀθάνατον αὐτὸν ἀπ᾿ ἀρχῆς ἐπεποιήκει, θεὸν αὐτὸν ἐπεποιήκει. πάλιν εἰ θνητὸν αὐτὸν ἐπεποιήκει, ἐδόκει ἂν

v.2.p.108
ὁ Θεὸς αἴτιος εἶναι τοῦ θανάτου αὐτοῦ. οὔτε οὖν ἀθάνατον αὐτὸν ἐποίησεν, οὔτε μὴν θνητὸν, ἀλλὰ καθὼς ἐπάνω προειρήκαμεν, δεκτικὸν ἀμφοτέρων· ἵνα εἰ ῥέψῃ ἐπὶ τὰ τῆς ἀθανασίας τηρήσας τὴν ἐντολὴν τοῦ Θεοῦ, μισθὸν κομίσηται παρ᾿ αὐτοῦ τὴν ἀθανασίαν, καὶ γένηται θεός· εἰ δ᾿ αὖ τραπῇ ἐπὶ τὰ τοῦ θανάτου πράγματα, παρακούσας τοῦ Θεοῦ, αὐτὸς ἑαυτῷ αἴτιος ᾖ τοῦ θανάτου. ἐλεύθερον γὰρ καὶ αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς ἄνθρωπον. ὃ οὖν ἑαυτῷ περιεποιήσατο δι᾿ ἀμελείας καὶ παρακοῆς, τοῦτο ὁ Θεὸς αὐτῷ νυνὶ δωρεῖται διὰ ἰδίας φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. καθάπερ γὰρ παρακούσας ἄνθρωπος θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούσας τῷ θελήματι τοῦ Θεοῦ ὁ βουλόμενος δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. ἔδωκε γὰρ ὁ Θεὸς ἡμῖν νόμον καὶ ἐντολὰς ἁγίας· ἅς πᾶς ὁ ποιήσας δύναται σωθῆναι, καὶ τῆς ἀναστάσεως τυχὼν κληρονομῆσαι τὴν ἀφθαρσίαν.

Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου οὕτως ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ Θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ᾿ ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ Θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. προγνώστης οὖν ὢν, καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλε διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων· ἑνὸς γὰρ ὄντος Θεοῦ, ἐκτότε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑποσπείρειν, καὶ λέγειν, ἔσεσθε ὡς Θεοί· μήπως οὖν ὑπονοηθῇ ὅτι ὅδε μὲν ὁ

v.2.p.110
Θεὸς ἐποίησε τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο οὖν ἐποίησε τοὺς δύο ἄμφω. οὐ μόνον ἴνα καὶ διὰ τούτου δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν Θεόν· ἅμα δ᾿ ἐποίησεν ὁ Θεὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτούς. πρὸς μὲν οὖν τὴν Εὔαν ὁ Ἀδὰμ εἶπε· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. ἔτι καὶ προεφήτευσε, λέγων· τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὅ δὴ καὶ αὐτὸ δείκνυται τελειούμενον ἐν ἡμῖν αὐτοῖς. τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ πάσης συγγενείας, καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικὶ, εὐνοῶν μᾶλλον αὐτῇ; διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς. ταύτην τὴν Εὔαν διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄφεως, καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ Σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄφεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ᾿ αὐτοῦ ἀνθρώποις, Εὔαν ἐκκαλεῖται. δαίμων δὲ καὶ δράκων καλεῖται, διὰ τὸ ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ Θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος, διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος.

v.2.p.112

Ἐν τῷ οὖν γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, συλλαβοῦσα ἔτεκεν υἱὸν, ᾧ τοὔνομα Κάϊν, καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. καὶ προσέθετο ἔτι τεκεῖν δεύτερον, ᾧ ὄνομα Ἄβελ, ὃς ἤρξατο ποιμὴν εἶναι προβάτων· Κάϊν δὲ εἰργάζετο τὴν γῆν. τὰ μὲν οὖν κατ᾿ αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξηγήσεως. διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος, ἥτις ἐπιγράφεται Γένεσις κόσμου. ὁπότε οὖν ἐθεάσατο ὁ Σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ᾿ ᾧ οὐκ ἴσχυσε θανατῶσαι αὐτοὺς, φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ Θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλούμενον Κάϊν, ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. καὶ οὕτως ἀρχὴ θανάτου ἐγένετο εἰς τόνδε τὸν κόσμον, ὁδοιπορεῖν ἕως τοῦ δεῦρο ἐπὶ πᾶν γένος ἀνθρώπων. ὁ δὲ Θεὸς ἐλεήμων ὢν, καὶ βουλόμενος ἀφορμὴν μετανοίας καὶ ἐξομολογήσεως παρασχεῖν τῷ Κάϊν, καθάπερ καὶ τῷ Ἀδὰμ, εἶπε· ποῦ Ἄβελ ὁ ἀδελφός σου; ὁ δὲ Κάϊν ἀπεκρίθη ἀπειθῶς τῷ Θεῷ, εἰπών· οὐ γινώσκω· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὕτως ὀργισθεὶς αὐτῷ ὁ Θεὸς ἔφη· τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ἐκτότε φοβηθεῖσα ἡ γῆ οὐκέτι ἀνθρώπου αἷμα παραδέχεται, ἀλλ᾿ οὐδέ τινος ζώου. ἢ φανερὸν ὅτι οὐκ ἔστιν αὐτὴ αἰτία, ἀλλ᾿ ὁ παραβὰς ἄνθρωπος.

v.2.p.114

Ὁ οὖν Κάϊν καὶ αὐτὸς ἔσχεν υἱὸν ᾧ ὄνομα Ἐνώχ. καὶ ᾠκοδόμησε πόλιν, ἣν ἐπωνόμασεν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. ἀπὸ τότε ἀρχὴ ἐγένετο τοῦ οἰκοδομεῖσθαι πόλεις, καὶ τοῦτο πρὸ κατακλυσμοῦ· οὐχ ὡς Ὅμηρος ψεύδεται λέγων· Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων. τῷ δὲ Ἐνὼχ ἐγεννήθη υἱὸς ὀνόματι Γαϊδὰδ, ὃς ἐγέννησε τὸν καλούμενον Μεὴλ, καὶ Μεὴλ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα τὸν Λάμεχ. ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας, αἷς ὀνόματα Ἀδᾶ καὶ Σελᾶ. ἐκτότε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοὶ, Ὠβὴλ, Ἰουβὰλ, Θοβέλ. καὶ ὁ μὲν Ὠβὴλ ἐγένετο ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν. Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Θοβὲλ δὲ ἐγένετο σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἕως μὲν οὖν τούτου ἔσχε τὸν κατάλογον τὸ σπέρμα τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονε τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν. εἰς τὸν τόπον δὲ τοῦ Ἄβελ, ἔδωκεν ὁ Θεὸς συλλαβεῖν τὴν Εὔαν καὶ τεκεῖν υἱὸν, ὃς κέκληται Σήθ· ἀφ᾿ οὗ τὸ λοιπὸν γένος τῶν ἀνθρώπων ὁδεύει μέχρι τοῦ δεῦρο. τοῖς δὲ βουλομένοις φιλομαθέσι, καὶ περὶ πασῶν τῶν γενεῶν εὔκολόν ἐστιν ἐπιδεῖξαι διὰ τῶν ἁγίων γραφῶν. καὶ γὰρ ἐκ μέρους ἡμῖν γεγένηται ἤδη λόγος ἐν ἑτέρῳ λόγῳ, ὡς ἐπάνω προειρήκαμεν, τῆς γενεαλογίας ἡ τάξις ἐν τῇ πρώτῃ βίβλῳ τῇ περὶ ἱστοριῶν. ταῦτα δὲ πάντα ἡμᾶς διδάσκει τὸ πνεῦμα τὸ

v.2.p.116
ἅγιον, τὸ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὥστε τὰ καθ᾿ ἡμᾶς τοὺς θεοσεβεῖς ἀρχαιότερα γράμματα τυγχάνει, οὐ μὴν ἀλλὰ καὶ ἀληθέστερα πάντων συγγραφέων καὶ ποιητῶν δείκνυται ὄντα. ἀλλὰ μὴν καὶ τὰ περὶ τῆς μουσικῆς ἐφλυάρησάν τινες εὑρετὴν Ἀπόλλωνα γεγενῆσθαι· ἄλλοι δὲ Ὀρφέα ἀπὸ τῆς τῶν ὀρνέων ἡδυφωνίας φασὶν ἐξευρηκέναι τὴν μουσικήν. κένος δὲ καὶ μάταιος ὁ λόγος αὐτῶν δείκνυται· μετὰ γὰρ πολλὰ ἔτη τοῦ κατακλυσμοῦ οὗτοι ἐγένοντο. τὰ δὲ περὶ τοῦ Νῶε, ὃς κέκληται ὑπὸ ἐνίων Δευκαλίων, ἐν τῇ βίβλῳ ᾗ προιερήκαμεν ἡ διήγησις ἡμῖν γεγένηται· ᾗ εἰ βούλῃ καὶ σὺ δύνασαι ἐντυχεῖν.

Μετὰ τὸν κατακλυσμὸν. ἀρχὴ πάλιν ἐγένετο πόλεων καὶ βασιλέων, τὸν τρόπον τοῦτον. πρώτη πόλις Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰθ, καὶ Χαλανὴ ἐν τῇ γῇ Σεναάρ. καὶ βασιλεὺς ἐγένετο αὐτῶν ὀνόματι Νεβρώθ. ἐκ τούτων ἐξῆλθεν ὀνόματι Ἀσσοὺρ, ὅθεν καὶ Ἀσσύριοι προσαγορεύονται. Νεβρὼθ δὲ ᾠκοδόμησε πόλεις τὴν Νινευὶ, καὶ τὴν Ῥοβοὼμ, καὶ τὴν Καλὰκ, καὶ τὴν Δασὲν ἀνὰ μέσον Νινευὶ καὶ ἀνὰ μέσον Καλάκ. ἡ δὲ Νινευὶ ἐγενήθη ἐν πρώτοις πόλις μεγάλη. ἕτερος δὲ υἱὸς τοῦ Σὴμ υἱοῦ τοῦ Νῶε ὀνόματι Μεσραεὶμ ἐγέννησε τοὺς Λουδονεὶν, καὶ τοὺς καλουμένους Ἐνεμιγεὶν, καὶ τοὺς Λαβιεὶμ, καὶ τοὺς Νεφθαλεὶμ, καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασλωνιεὶν, ὅθεν ἐξῆλθε Φυλιστιείμ. τῶν μὲν οὖν τριῶν υἱῶν τοῦ Νῶε, καὶ τῆς συντελείας αὐτῶν καὶ γενεαλογίας, ἐγένετο ἡμῖν ὁ κατάλογος ἐν ἐπιτομῇ ἐν ᾗ προειρήκαμεν βίβλῳ. καὶ νῦν δὲ τὰ παραλελειμμένα ἐπιμνησθησόμεθα περί τε πόλεων καὶ βασιλέων, τῶν τε γεγενημένων ὁπότε ἦν χεῖλος ἓν καὶ μία γλῶσσα. πρὸ

v.2.p.118
τοῦ τὰς διαλέκτους μερισθῆναι, αὗται αἱ προγεγραμμέναι ἐγενήθησαν πόλεις. ἐν δὲ τῷ μέλλειν αὐτοὺς διαμερίζεσθαι, συμβούλιον ἐποίησαν γνώμῃ ἰδίᾳ, καὶ οὐ διὰ Θεοῦ, οἰκοδομῆσαι πόλιν καὶ πύργον, οὗ ἡ ἄκρα φθάσῃ εἰς τὸν οὐρανὸν ἀφικέσθαι, ὅπως ποιήσωσιν ἑαυτοῖς ὄνομα δόξης. ἐπειδὴ οὖν παρὰ προαίρεσιν Θεοῦ βαρὺ ἔργον ἐτόλμησαν ποιῆσαι, κατέβαλεν αὐτῶν ὁ Θεὸς τὴν πόλιν, καὶ τὸν πύργον κατέστρωσεν. ἐκτότε ἐνήλλαξε τὰς γλώσσας τῶν ἀνθρώπων, δοὺς ἑκάστῳ διάφορον διάλεκτον. Σίβυλλα μὲν οὕτω σεσήμαγκε καταγγέλλουσα ὀργὴν τῷ κόσμῳ μέλλειν ἔρχεσθαι. ἔφη δὲ οὕτως· Ἀλλ᾿ ὁπόταν μεγάλοιο Θεοῦ τελέωνται ἀπειλαὶ, Ἅς ποτ᾿ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν Χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ᾿ ἦσαν ἅπαντες, Καὶ βούλοντ᾿ ἀναβῆναι ἐς οὐρανὸν ἀστερόεντα· Αὐτίκα δ᾿ ἀθάνατος μεγάλην ἐπίθηκεν ἀνάγκην Πνεύμασιν· αὐτὰρ ἔπειτ᾿ ἄνεμοι μέγαν ὑψόθι πύργον Ῥίψαν, καὶ θνητοῖσιν ἐπ᾿ ἀλλήλοις ἔριν ὦρσαν. Αὐτὰρ ἐπεὶ πύργος τ᾿ ἔπεσεν, γλῶσσαί τ᾿ ἀνθρώπων Εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους, Γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλήων. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις, ᾗ ὄνομα Χαῤῥάν. κατ᾿ ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Αἰγύπτου ἐγένετο Φαραὼ, ὃς καὶ Νεχαὼθ κατὰ Αἰγυπτίους ὠνομάσθη, καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ
v.2.p.120
γῇ Σεναὰρ, ἐν τοῖς καλουμένοις Χαλδαίοις, πρῶτος βασιλεὺς ἐγένετο Ἀριώχ. μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ. καὶ μετὰ τοῦτον Χοδολλαγομὸρ βασιλεὺς Αἰλὰμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε. πρώτη ἡ καλουμένη Σόδομα. ἔπειτα Γόμοῤῥα, Ἀδαμὰ, καὶ Σεβωεὶμ, καὶ ἡ Σηγὼρ ἐπικληθεῖσα. καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστι ταῦτα· Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόῤῥας, Σεναὰρ βασιλεὺς Ἀδαμὰ, Ὕμορ βασιλεὺς Σεβωεὶμ, Βαλὰχ βασιλεὺς Σηγὼρ, τῆς Κεφαλὰκ κεκλημένης. οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγομὸρ βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγομὸρ ἀπέστησαν· καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. καὶ κατέκοψαν τοὺς γίγαντας Καραναεὶν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς ἐν τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένους Σηεὶρ, ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαρὰν, ἣ ἐστὶν ἐν τῇ ἐρήμῳ. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος, ὀνόματι Μελχισεδὲκ, ἐν πόλει Σαλὴμ, τῇ νῦν Ἱεροσόλυμα. οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ Θεοῦ τοῦ ὑψίστου· ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλὴμ, ἡ προειρημένη Ἱεροσόλυμα. ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ
v.2.p.122
ἐν Γεράροις. μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ. ἔπειτα ἐβασίλευσεν Ἐφρὼν καὶ ὁ Χετταῖος ἐπικληθείς. τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτω τὰ ὀνόματα περιέχει. τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι, πάντων ἔσχατον καθ᾿ ἡμᾶς χρόνον ἀπομνημονευόντων. γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ· μετὰ δὲ τοῦτον Σελαμανάσαρ· εἶτα Σενναχαρείμ. τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Αἰθίοψ, ὃς καὶ Αἰγύπτου ἐβασίλευσε· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.

Ἐντεῦθεν οὖν κατανοεῖν τὰς ἱστορίας ἐστὶ τοῖς φιλομαθέσι καὶ φιλαρχαίοις, εἴπου πρόσφατά ἐστι τὰ ὑφ᾿ ἡμῶν λεγόμενα διὰ τῶν ἁγίων προφητῶν. ὀλίγων γὰρ ὄντων ἐν πρώτοις τῶν τότε ἀνθρώπων ἐν τῇ Ἀραβικῇ γῇ καὶ Χαλδαϊκῇ, μετὰ τὸ διαμερισθῆναι τὰς γλώσσας αὐτῶν, πρὸς μέρος ἤρξαντο πολλοὶ γίνεσθαι καὶ πληθύνεσθαι ἐπὶ πάσης τῆς γῆς· καὶ οἱ μὲν ἔκλιναν οἰκεῖν πρὸς ἀνατολὰς, οἱ δὲ ἐπὶ τὰ μέρη τὰ τῆς μεγάλης ἠπείρου, καὶ τὰ πρὸς βόρειον, ὥστε διατείνειν μέχρι τῶν Βριττανῶν ἐν τοῖς Ἀρκτικοῖς κλίμασιν, ἕτεροι δὲ γῆν Χαναναίαν, καὶ Ἰουδαίαν, καὶ Φοινίκην ἐπικληθεῖσαν, καὶ τὰ μέρη τῆς Αἰθιοπίας, καὶ Αἰγύπτου, καὶ Λιβύης, καὶ τὴν καλουμένην διακεκαυμένην, καὶ τὰ μέχρι δυσμῶν κλίματα παρατείνοντα. οἱ δὲ λοιποὶ τὰ ἀπὸ τῆς παραλίου, καὶ τῆς Παμφυλίας, καὶ τὴν Ἀσίαν, καὶ τὴν Ἑλλάδα, καὶ τὴν Μακεδονίαν, καὶ τὸ λοιπὸν τὴν Ἰταλίαν, καὶ τὰς

v.2.p.124
καλουμένας Γαλλείας καὶ Σπανίας, καὶ Γερμανίας· ὥστε οὕτω τανῦν ἐμπεπλῆσθαι τὴν συμπᾶσαν τῶν κατοικούντων αὐτήν. τριμεροῦς οὖν γεγενημένης τῆς κατοικήσεως τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καταρχὰς, ἔν τε ἀνατολῇ καὶ μεσημβρίᾳ, καὶ δύσει, ἔπειτα καὶ τὰ λοιπὰ μέρη κατῳκήθη τῆς γῆς, χυδαίων τῶν ἀνθρώπων γενομένων. ταῦτα δὲ μὴ ἐπιστάμενοι οἱ συγγραφεῖς βούλονται τὸν κόσμον σφαιροειδῆ λέγειν, καὶ ὥσπερ κύβῳ συγκρίνειν αὐτόν. πῶς δὲ δύνανται ταῦτα ἀληθῆ φάσκειν, μὴ ἐπιστάμενοι τὴν ποίησιν τοῦ κόσμου, μηδὲ τὴν κατοίκησιν αὐτοῦ; πρὸς μέρος αὐξανομένων τῶν ἀνθρώπων, καὶ πληθυνομένων ἐπὶ τῆς γῆς, ὡς προειρήκαμεν, οὕτω κατῳκήθησαν καὶ αἱ νῆσοι τῆς θαλάσσης, καὶ τὰ λοιπὰ κλίματα.

Τίς οὖν πρὸς ταῦτα ἴσχυσε τῶν καλουμένων σοφῶν, καὶ ποιητῶν, ἢ ἱστοριογράφων τὸ ἀληθὲς εἰπεῖν, πολὺ μεταγενεστέρων αὐτῶν γεγενημένων, καὶ πληθὺν θεῶν εἰσαγαγόντων οἵτινες μετὰ τοσαῦτα ἔτη αὐτοὶ ἐγεννήθησαν τῶν πόλεων, ἔσχατοι καὶ τῶν βασιλέων καὶ ἐθνῶν καὶ πολέμων; ἐχρῆν γὰρ αὐτοὺς μεμνῆσθαι πάντων καὶ τῶν πρὸ κατακλυσμοῦ γεγονότων· περὶ τε κτίσεως κόσμου, καὶ ποιήσεως ἀνθρώπου, τά τε ἑξῆς συμβάντα ἀκριβῶς ἐξειπεῖν τοὺς παρ᾿ Αἰγυπτίοις προφήτας ἢ Χαλδαίους, τούς τε ἄλλους συγγραφεῖς, εἴπερ θείῳ καὶ καθαρῷ πνεύματι ἐλάλησαν, καὶ τὰ δι᾿ αὐτῶν ῥηθέντα ἀληθῆ ἀνήγγειλαν· καὶ οὐ μόνον τὰ προγενόμενα ἢ ἐνεστῶτα, ἀλλὰ καὶ τὰ ἐπερχόμενα τῷ κόσμῳ ἐχρῆν αὐτοὺς προκαταγγεῖλαι. διὸ δείκνυται πάντας τοὺς λοιποὺς πεπλανῆσθαι, μόνους δὲ Χριστιανοὺς τὴν ἀλήθειαν κεχωρηκέναι,

v.2.p.126
οἵτινες ἀπὸ πνεύματος ἁγίου διδασκόμεθα, τοῦ λαλήσαντος ἐν τοῖς ἁγίοις προφήταις, καὶ τὰ πάντα προκαταγγέλοντος.

Καὶ τὸ λοιπὸν ἔστω σοι φιλοφρόνως ἐρευνᾷν τὰ τοῦ Θεοῦ, λέγω δὲ τὰ διὰ τῶν προφητῶν ῥηθέντα, ὅπως συγκρίνας τά τε ὑπὸ ἡμῶν λεγόμενα, καὶ τὰ ὑπὸ τῶν λοιπῶν, δυνήσει εὑρεῖν τὸ ἀληθές. τὰ μὲν οὖν ὀνόματα τῶν καλουμένων θεῶν, ὅτι παρ᾿ αὐτοῖς ὀνόματα ἀνθρώπων εὑρίσκεται, καθὼς ἐν τοῖς ἐπάνω ἐδηλώσαμεν, ἐξ αὐτῶν τῶν ἱστοριῶν ὧν συνέγραψαν, ἀπεδείξαμεν. αἱ δὲ εἰκόνες αὐτῶν τὸ καθ᾿ ἡμέραν ἕως τοῦ δεῦρο ἐκτυποῦνται, εἴδωλα, ἔργα χειρῶν ἀνθρώπων. καὶ τούτοις μὲν λατρεύει τὸ πλῆθος τῶν ματαίων ἀνθρώπων. τὸν δὲ ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων καὶ τροφέα πάσης πνοῆς ἀθετοῦσι, πειθόμενοι δόγμασι ματαίοις, διὰ πλάνης πατροπαραδότου γνώμης ἀσυνέτου. ὁ μέντοι γε Θεὸς καὶ πατὴρ καὶ κτιστὴς τῶν ὅλων οὐκ ἐγκατέλιπε τὴν ἀνθρωπότητα, ἀλλὰ ἔδωκε νόμον, καὶ ἔπεμψε προφήτας ἁγίους, πρὸς τὸ καταγγεῖλαι καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων, εἰς τὸ ἕνα ἕκαστον ἡμῶν ἀνανῆψαι καὶ ἐπιγνῶναι, ὅτι εἷς ἐστι Θεός· οἱ καὶ ἐδίδαξαν ἀπέχεσθαι ἀπὸ τῆς ἀθεμίτου εἰδωλολατρείας, καὶ μοιχείας, καὶ φόνου, πορνείας, κλοπῆς, φιλαργυρίας, ὅρκου ψεύδους, ὀργῆς καὶ πάσης ἀσελγείας καὶ ἀκαθαρσίας· καὶ πάντα ὅσα ἂν μὴ βούληται ἄνθρωπος ἑαυτῷ γίνεσθαι, ἵνα μηδὲ ἄλλῳ ποιῇ, καὶ οὕτως ὁ δικαιοπραγῶν ἐκφύγῃ τὰς αἰωνίους κολάσεις, καὶ καταξιωθῇ τῆς αἰωνίου ζωῆς παρὰ τοῦ Θεοῦ.

v.2.p.128

Ὁ μὲν οὖν θεῖος νόμος οὐ μόνον κωλύει τὸ εἰδώλοις προσκυνεῖν· ἀλλὰ καὶ τοῖς στοιχείοις, ἡλίῳ, σελήνῃ, ἢ τοῖς λοιποῖς ἄστροις· ἀλλ᾿ οὔτε τῷ οὐρανῷ, οὔτε γῇ, οὔτε θαλάσσῃ, ἢ πηγαῖς ἢ ποταμοῖς θρησκεύειν, ἀλλ᾿ ἢ μόνῳ τῷ ὄντως Θεῷ καὶ ποιητῇ τῶν ὅλων χρὴ λατρεύειν ἐν ὁσιότητι καρδίας καὶ εἰλικρινεῖ γνώμῃ. διό φησιν ὁ ἅγιος νόμος· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. ὁμοίως καὶ οἱ προφῆται· Σολομῶν μὲν οὖν καὶ τὸ διὰ νεύματος μὴ ἁμαρτάνειν διδάσκει ἡμᾶς, λέγων· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλεφαρά σου νευέτω δίκαια. καὶ Μωσῆς δὲ καὶ αὐτὸς προφήτης περὶ μοναρχίας Θεοῦ λέγει· οὗτος ὁ Θεὸς ὑμῶν ὁ στερεῶν τὸν οὐρανὸν, καὶ κτίζων τὴν γῆν, οὗ αἱ χεῖρες κατέδειξαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξεν ὑμῖν αὐτὰ τοῦ ὀπίσω αὐτῶν πορεύεσθαι. Ἠσαΐας δὲ καὶ αὐτός φησιν· οὕτως λέγει κύριος ὁ Θεὸς, ὁ στερεώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, οὗτος κύριος ὁ Θεὸς ὑμῶν. καὶ πάλιν δι᾿ αὐτοῦ· ἐγὼ, φησὶν, ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ᾿ αὐτῇ. ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. καὶ ἐν ἑτέρῳ κεφαλαίῳ· οὗτος ὁ Θεὸς ὑμῶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ᾿ ἔστιν ἐξεύρησις τῆς φρονήσεως αὐτοῦ. ὁμοίως καὶ Ἱερεμίας, καί φησιν· ὁ ποιήσας τὴν γῆν ἐπὶ τῇ ἴσχυϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ

v.2.p.130
σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ὁρᾷν ἔστι, πῶς φίλα καὶ σύμφωνα ἐλάλησαν πάντες οἱ προφῆται, ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι ἐκφωνήσαντες, περί τε μοναρχίας Θεοῦ, καὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τῆς ἀνθρώπου ποιήσεως· οὐ μὴν ἀλλὰ καὶ ὤδιναν, πενθοῦντες τὸ ἄθεον γένος τῶν ἀνθρώπων· καὶ τοὺς δοκοῦντας εἶναι σόφους, διὰ τὴν ἐν αὐτοῖς πλάνην καὶ πώρωσιν τῆς καρδίας, κατῄσχυναν. ὁ μὲν Ἱερεμίας ἔφη· ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως αὐτοῦ· κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ· εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς, ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. τὸ αὐτὸ καὶ ὁ Δαυὶδ λέγει· ἐφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν αὐτῶν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ὁμοίως καὶ Ἁββακούκ· τί ὠφελεῖ γλυπτὸν ἄνθρωπον, ὅτι ἔγλυψεν αὐτὸ φαντασίαν ψευδῆ; οὐαὶ τῷ λέγοντι τῷ λίθῳ ἐξεγέρθητι, καὶ τῷ ξύλῳ ὑψώθητι. ὁμοίως εἶπον καὶ οἱ λοιποὶ τῆς ἀληθείας προφῆται. καὶ τί μοι τὸ πλῆθος καταλέγειν τῶν προφητῶν πολλῶν ὄντων, καὶ μυρία φίλα καὶ σύμφωνα εἰρηκότων; οἱ γὰρ βουλόμενοι δύνανται ἐντυχόντες τοῖς δἰ αὐτῶν εἰρημένοις ἀκριβῶς γνῶναι τὸ ἀληθὲς, καὶ μὴ παράγεσθαι ὑπὸ διανοίας καὶ ματαιοπονίας. οὗτοι οὖν οὓς προειρήκαμεν προφῆται ἐγένοντο ἐν Ἑβραίοις ἀγράμματοι καὶ ποιμένες καὶ ἰδιῶται.

v.2.p.132

Σίβυλλα δὲ ἐν Ἕλλησι, καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος λέγουσα· Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, Πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες; Οὐ τρέμετ᾿, οὐδὲ φοβεῖσθε Θεὸν, τὸν ἐπίσκοπον ὑμῶν, Ὕψιστον, γνώστην, πανεπόπτην, μάρτυρα πάντων, Παντοτρόφον, κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἁπᾶσι Κάτθετο, χ᾿ ἡγητῆρα βροτῶν πάντων ἐποίησεν; Εἷς Θεὸς, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος, Παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα, Αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ Ὀφθαλμοῖσιν ἰδεῖν Θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; Ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατενάντιον ἠελίοιο Ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες Ἄνδρες, ἐν ὀστήεσσι φλέβες καὶ σάρκες ἐόντες· Αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου, Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτέχθη, Αὐτογενὴς, ἀγένητος, ἅπαντα κρατῶν διαπαντὸς, Πᾶσι βροτοῖσιν ἐνὼν τὸ κριτήριον ἐν φαῒ κοινῷ. Τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθὸν, Ὅττι Θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε Δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας, Δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ᾅδου. Τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν Εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι᾿ ἀκανθῶν

v.2.p.134
Καὶ σκολόπων· τί πλανᾶσθε; βροτοὶ παύσασθε μάταιοι Καὶ λίπετε σκοτίην νυκτὸς, φωτὸς δὲ λάβεσθε· Οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει. Ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεὶ, Ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει. Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· Εἷς Θεός ἐστι, βροχὰς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων, Ἀστεροπὰς, λιμοὺς, λοιμοὺς καὶ κήδεα λυγρὰ, Καὶ νιφετοὺς, κρύσταλλα. τί δὴ καθ᾿ ἓν ἐξαγορεύω; Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη· Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρὸς Ἐκ μηρῶν μήτρας τε Θεὸς τετυπωμένος εἶναι. Ἀλλὰ Θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν Οὐρανὸν ἠέλιόν τε, καὶ ἀστέρας, ἠδὲ σελήνην, Καρποφόρον γαῖάν τε, καὶ ὕδατος οἴδματα πόντου, Οὔρεά θ᾿ ὑψήεντα, καὶ ἀέναα χεύματα πηγῶν· Τῶν τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος· Ἑρπετὰ δ᾿ ἐκ γαίης κινούμενα ψυχροτροφεῖ τε, Ποικίλα τε κτηνῶν λιγυροθρόα, τραυλίζοντα, Ξουθὰ λιγυπτερόφωνα, ταράσσοντ᾿ ἀέρα ταρσοῖς· Ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν· Ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν, Πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον, Ἀνδρὶ δ᾿ ὑπαὶ τάξεν παμποίκιλα κ᾿ οὐ κατάληπτα. Τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα; Ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀπ᾿ ἀρχῆς, Ἄφθαρτος, κτίστης, αἰώνιος, αἰθέρα ναίων, Τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθὸν,
v.2.p.136
Τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων, Καὶ πόλεμον, καὶ λοιμὸν, ἢ ἄλγεα δακρυόεντα. Ἄνθρωποι τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; Αἰσχυνθῆτε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. Οὐ μανίη καὶ λύσσα φρενῶν καὶ ἐτώσια βάρη, Εἰ λοπάδας κλέπτουσι θεοὶ, συλοῦσι δὲ χύτρας; Ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν Σητόβρωτα δέδορκε, πυκναῖς δ᾿ ἀράχναις δεδίασται. Προσκυνέοντες ὄφεις, κύνας, αἰλούρους ἀνόητοι, Καὶ πετεεινὰ σέβεσθε, καὶ ἑρπετὰ θηρία γαίης Καὶ λίθινα ξόανα, καὶ ἀγάλματα χειροποίητα, Κἀν παρόδοισι λίθων συγχώματα· ταῦτα σέβεσθε, Ἄλλα τε πολλὰ μάταια, ἃ δὴ κ᾿ αἰσχρὸν ἀγορεύειν· Καί γε θεοὶ μερόπων δολοήτορές εἰσιν ἀβούλων, Τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. Οὗ δ᾿ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς, Καὶ μέλιτος γλυκεροῦ γλυκερώτερον ἀνδράσι χάρμα Ἐκπροχέῃ· τῷ δὴ μόνῳ αὐχένα κάμπτε. Καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾿ ἀνάκλινε. Ταῦτα λιπόντες ἅπαντα, δίκης μεστόν τε κύπελλον Ζωρότερον, στιβαρὸν, βεβαρημένον, εὖ μάλ᾿ ἄκρητον Εἱλκύσατ᾿ ἀφροσύνῃσι μεμῃνότι πνεύματι πάντες, Κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν, Καὶ γνῶναι βασιλῆα Θεὸν, τὸν πάντ᾿ ἐφορῶντα. Τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς,
v.2.p.138
Λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος, τὸ πανῆμαρ, Ψεύδεσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοσιν ἀχρήστοις. Οἱ δὲ Θεὸν τιμῶντες ἀληθινὸν, ἀέναόν τε, Ζωὴν κληρονομοῦσι τὸν αἰῶνος χρόνον, αὐτοὶ Οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον, Δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος. ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προσφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστι· καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσι κατ᾿ ἀξίαν τῶν πράξεων κολασθῆναι.

Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξείποντο, καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσι κολάζεσθαι. Αἰσχύλος ἔφη· Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη· Ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Εὐριπίδης· Ἀνέχου πάσχων, δρῶν γὰρ ἔχαιρες· Νόμος τὸν ἐχθρὸν δρᾷν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός· Ἐχθρὸν κακῶς δρᾷν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ᾿ ἐπίσταμαι μέγα, Τὸν κακῶς τι δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. καὶ ὅτι ὁ Θεὸς τὰ πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·

v.2.p.140
Ὁ τῆς δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. καὶ ὅτι μέλλει ἡ τοῦ Θεοῦ κρίσις γίνεσθαι, καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανε, λέγων· Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, Καὶ τἀμπλάκημα τῷ περῶντι τὴν Θέμιν. Ὁρᾷς δίκην ἄναυδον οὐχ ὁρωμένην, Εὕδοντι, καὶ στείχοντι, καὶ καθημένῳ· Ἑξῆς ὁπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον· Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον. Ὅτι δ᾿ ἂν ποιῆς δεινὸν, νόμιζ᾿ ὁρᾷν τινά. τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης; Οὐκ ἔστ᾿ ἀνεπιδόκητον ἀνθρώποις κακὸν, Ὀλίγῳ χρόνῳ δὲ πᾶν μεταῤῥίπτει Θεός. πάλιν Εὐριπίδης· Οὐδέποτ᾿ εὐτυχίην κακοῦ ἀνδρὸς, ὑπέρφρονα δ᾿ ὄλβον Βέβαιον εἰκάσαι χρεὼν, Οὐδ᾿ ἀδίκων γενέαν. Ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος Δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Εὐριπίδης· Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι Τοὺς κακῶς παγέντας ὅρκους καὶ συνηναγκασμένους.
v.2.p.142
καὶ ὁ Σοφοκλῆς· Εἰ δειν᾿ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου, ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος, ὅτι μέλλει ὁ Θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχέδον προειρήκασιν· ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου, θέλοντες καὶ μὴ θέλοντες, ἀκόλουθα ἐξεῖπον τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι, καὶ κλέψαντες ταῦτα ἐκ νόμου καὶ τῶν προφητῶν.

Καὶ τί γὰρ, ἤτε ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προείρηκεν· ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς. καὶ Ἠσαΐας· ἥξει γὰρ ὀργὴ Θεοῦ ὡς χάλαζα συγκαταφερομένη βίᾳ, καὶ ὡς ὕδωρ σύρον ἐν φάραγγι. τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ δεδηλώκασιν περὶ δικαιοσύνης, καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ Θεὸς οὐ μόνον τῶν ζώντων ἡμῶν, ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. καὶ τῶν μὲν προφητῶν, Σολομῶν περὶ τῶν τεθνηκότων εἶπεν· ἔσται ἴασις ταῖς σαρξὶ, καὶ ἐπιμέλεια τῶν ὀστέων. τὸ δ᾿ αὐτὸ καὶ Δαυίδ· ἀγαλλιάσεται ὄστεα τεταπεινωμένα. τούτοις ἀκόλουθα εἴρηκε καὶ Τιμοκλῆς λέγων·

v.2.p.144
Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός. καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες κατῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας, καὶ περὶ ἀκρισίας φάσκοντες ὠμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν, ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών· Ψυχὴ ἠΰτ᾿ ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει· Ψυχὴν δ᾿ ἐκ ῥεθέων πταμένη ἄϊδος δὲ βεβήκει. καὶ πάλιν· Θάπτε με ὅττι τάχιστα πύλας ἀΐδαο περήσω. τὰ δὲ περὶ τῶν λοιπῶν οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασι. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπε προφήτης ὧν προεγράψαμεν ὀνόματι Ὠσηέ· τίς σόφος καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς· χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.