Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

Τετάρτῃ ἡμέρᾳ ἐγένοντο οἱ φωστῆρες. ἐπειδὴ ὁ Θεὸς, προγνωστὴς ὢν, ἠπίστατο τὰς φλυαρίας τῶν ματαίων φιλοσόφων, ὅτι ἔμελλον λέγειν ἀπὸ τῶν στοιχείων εἶναι τὰ ἐπὶ τῆς γῆς φυόμενα, πρὸς τὸ ἀθετεῖν τὸν Θεόν· ἵν᾿ οὖν τὸ ἀληθὲς δειχθῇ, προγενέστερα γέγονε τὰ φυτὰ καὶ τὰ σπέρματα τῶν στοιχείων. τὰ γὰρ μεταγενέστερα οὐ δύναται ποιεῖν τὰ αὐτῶν προγενέστερα. ταῦτα δὲ δεῖγμα καὶ τύπον ἐπέχει μεγάλου μυστηρίου. ὁ γὰρ ἥλιος ἐν τύπῳ Θεοῦ ἐστιν· ἡ δὲ σελήνη ἀνθρώπου. καὶ ὥσπερ ὁ ἥλιος πολὺ διαφέρει τῆς σελήνης δυνάμει καὶ δόξῃ, οὕτω πολὺ διαφέρει ὁ Θεὸς τῆς ἀνθρωπότητος· καὶ καθάπερ ὁ ἥλιος πλήρης πάντοτε διαμένει, μὴ ἐλάσσων γινόμενος, οὕτω πάντοτε ὁ Θεὸς τέλειος διαμένει, πλήρης ὢν πάσης δυνάμεως καὶ συνέσεως καὶ σοφίας καὶ ἀθανασίας καὶ πάντων τῶν ἀγαθῶν. ἡ δὲ σελήνη κατὰ μῆνα φθίνει, καὶ δυνάμει ἀποθνήσκει, ἐν τύπῳ οὖσα ἀνθρώπου, ἔπειτα ἀναγεννᾶται καὶ αὔξει εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως. ὡσαύτως καὶ αἱ τρεῖς ἡμέραι, πρὸ τῶν φωστήρων γεγονυῖαι, τύποι εἰσὶ τῆς τριάδος, τοῦ Θεοῦ, καὶ τοῦ λόγου αὐτοῦ, καὶ τῆς σοφίας αὐτοῦ. τετάρτῳ δὲ τύπῳ ἐστὶν ἄνθρωπος ὁ προσδεὴς

v.2.p.82
τοῦ φωτὸς, ἵνα ᾖ Θεὸς, λόγος, σοφία, ἄνθρωπος. διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ ἐγεννήθησαν φωστῆρες. ἡ δὲ τῶν ἄστρων θέσις οἰκονομίαν καὶ τάξιν ἔχει τῶν δικαίων καὶ εὐσεβῶν καὶ τηρούντων τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ. οἱ γὰρ ἐπιφανεῖς ἀστέρες καὶ λαμπροὶ εἰσὶν εἰς μίμησιν τῶν προφητῶν. διὰ τοῦτο καὶ μένουσιν ἀκλινεῖς, μὴ μεταβαίνοντες εἰς τόπον ἐκ τόπου. οἱ δὲ ἑτέραν ἔχοντες τάξιν τῆς λαμπρότητος, τύποι εἰσὶ τοῦ λαοῦ τῶν δικαίων. οἱ δ᾿ αὖ μεταβαίνοντες καὶ φεύγοντες τόπον ἐκ τόπου, οἱ καὶ πλάνητες καλούμενοι, καὶ αὐτοὶ τύπος τυγχάνουσι τῶν ἀφισταμένων ἀνθρώπων ἀπὸ τοῦ Θεοῦ, καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα αὐτοῦ.

Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τὰ ἐκ τῶν ὑδάτων ἐγενήθη ζῶα· δι᾿ ὧν καὶ ἐν τούτοις δείκνυται ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. τίς γὰρ δύναιτ᾿ ἂν τὴν ἐν αὐτοῖς πληθὺν καὶ γονὴν παμποίκιλον ἐξαριθμῆσαι; ἔτι μὴν καὶ εὐλογήθη ὑπὸ τοῦ Θεοῦ τὰ ἐκ τῶν ὑδάτων γενόμενα, ὅπως ᾖ καὶ τοῦτο εἰς δεῖγμα τοῦ μέλλειν λαμβάνειν τοὺς ἀνθρώπους μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ ὕδατος καὶ λουτροῦ παλιγγενεσίας πάντας τοὺς προσίοντας τῇ ἀληθείᾳ, καὶ ἀναγεννωμένους καὶ λαμβάνοντας εὐλογίαν παρὰ τοῦ Θεοῦ. ἀλλὰ καὶ τὰ κήτη καὶ τὰ πετεινὰ τὰ σαρκοβόρα ἐν ὁμοιώματι τυγχάνει τῶν πλεονεκτῶν καὶ παραβατῶν. ὥσπερ γὰρ ἐκ μιᾶς φύσεως ὄντα τὰ ἔνυδρα καὶ τὰ πετεινὰ, ἔνια μὲν μένει ἐν τῷ κατὰ φύσιν, μὴ ἀδικοῦντα τὰ ἑαυτῶν ἀσθενέστερα, ἀλλὰ τηρεῖ νόμον τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν σπερμάτων τῆς γῆς ἐσθίει· ἔνια δὲ ἐξ αὐτῶν παραβαίνει τὸν νόμον τοῦ Θεοῦ σαρκοβοροῦντα, καὶ ἀδικεῖ τὰ ἑαυτῶν ἀσθενέστερα· οὕτως καὶ οἱ

v.2.p.84
δίκαιοι φυλάσσοντες τὸν νόμον τοῦ Θεοῦ οὐδένα δάκνουσιν ἢ ἀδικοῦσιν, ὁσίως καὶ δικαίως ζῶντες· οἱ δὲ ἅρπαγες καὶ φονεῖς καὶ ἄθεοι ἐοίκασι κήτεσι καὶ θηρίοις καὶ πετείνοις τοῖς σαρκοβόροις. δυνάμει γὰρ καταπίνουσι τοὺς ἀσθενεστέρους ἑαυτῶν. ἡ μὲν οὖν τῶν ἐνύδρων καὶ ἑρπετῶν γονὴ, μετεσχηκυῖα τῆς εὐλογίας τοῦ Θεοῦ, οὐδὲν ἴδιον πάνυ κέκτηται.

Ἕκτῃ δὲ ἡμέρᾳ ὁ Θεὸς ποιήσας τὰ τετράποδα καὶ τὰ θηρία καὶ ἑρπετὰ τὰ χερσαῖα τὴν πρὸς αὐτὰ εὐλογίαν παρασιωπᾷ, τηρῶν τῷ ἀνθρώπῳ τὴν εὐλογίαν, ὅν ἤμελλεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ποιεῖν. ἅμα καὶ εἰς τύπον ἐγένοντο τὰ τετράποδα καὶ θηρία ἐνίων ἀνθρώπων τὸν Θεὸν ἀγνοούντων καὶ ἀσεβούντων, καὶ τὰ ἐπίγεια φρονούντων, καὶ μὴ μετανοούντων. οἱ γὰρ ἐπιστρέφοντες ἀπὸ τῶν ἀνομιῶν καὶ δικαίως ζῶντες, ὥσπερ πετεινὰ ἀνίπτανται τῇ ψυχῇ, τὰ ἄνω φρονοῦντες καὶ εὐαρεστοῦντες τῷ θελήματι τοῦ θεοῦ. οἱ δὲ τὸν θεὸν ἀγνοοῦντες καὶ ἀσεβοῦντες ὅμοιοί εἰσιν ὀρνέοις τοῖς πτερὰ μὲν ἔχουσι, μὴ δυναμένοις δὲ ἀνίπτασθαι, καὶ τὰ ἄνω τρέχειν τῆς θειότητος. οὕτω καὶ οἱ τοιοῦτοι ἄνθρωποι μὲν λέγονται, τὰ δὲ χαμαιφερῆ καὶ τὰ ἐπίγεια φρονοῦσι, καταβαρούμενοι ὑπὸ τῶν ἁμαρτιῶν. θηρία δὲ ὠνόμασται τὰ ζῶα ἀπὸ τοῦ θηρεύεσθαι· οὐχ ὡς κακὰ ἀρχῆθεν γεγενημένα ἢ ἰοβόλα. οὐ γάρ τι κακὸν γέγονεν ἀπὸ θεοῦ, ἀλλὰ τὰ πάντα καλὰ, καὶ καλὰ λίαν· ἡ δὲ ἁμαρτία ἡ περὶ τὸν ἄνθρωπον κεκάκωκεν αὐτά. τοῦ γὰρ ἀνθρώπου παραβάντος

v.2.p.86
καὶ αὐτὰ συμπαρέβη. ὥσπερ γὰρ δεσπότης οἰκίας, ἐὰν αὐτὸς εὖ πράσσῃ, ἀναγκαίως καὶ οἱ οἰκέται εὐτάκτως ζῶσιν· ἐὰν δὲ ὁ κύριος ἁμαρτάνῃ, καὶ οἱ δοῦλοι συναμαρτάνουσι· τῷ αὐτῷ τρόπῳ γέγονε καὶ τὰ περὶ τὸν ἄνθρωπον κύριον ὄντα ἁμαρτῆσαι, καὶ τὰ δοῦλα συνήμαρτεν. ὁπόταν οὖν πάλιν ὁ ἄνθρωπος ἀναδράμῃ εἰς τὸ κατὰ φύσιν, μηκέτι κακοποιῶν· κἀκεῖνα ἀποκατασταθήσεται εἰς τὴν ἀρχῆθεν ἡμερότητα.

Τὰ δὲ περὶ τῆς ἀνθρώπου ποιήσεως, ἀνέκφραστός ἐστιν ὡς πρὸς ἄνθρωπον ἡ κατ᾿ αὐτὸν δημιουργία, καίπερ σύντομον ἔχει ἡ θεία γραφὴ τὴν κατ᾿ αὐτὸν ἐκφώνησιν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τὴν ἡμετέραν, πρῶτον μηνύει τὸ ἀξίωμα τοῦ ἀνθρώπου. πάντα γὰρ λόγῳ ποιήσας ὁ θεὸς, καὶ τὰ πάντα πάρεργα ἡγησάμενος, μόνον ἰδίων ἔργον χειρῶν ἡγεῖται τὴν ποίησιν τοῦ ἀνθρώπου. ἔτι μὴν καὶ ὡς βοηθείας χρῄζων ὁ θεὸς εὑρίσκεται λέγων· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν. οὐκ ἄλλῳ δέ τινι εἴρηκε, ποιήσωμεν, ἀλλ᾿ ἢ τῷ ἑαυτοῦ λόγῳ καὶ τῇ ἑαυτοῦ σοφίᾳ. ποιήσας δὲ αὐτὸν καὶ εὐλογήσας εἰς τὸ αὐξάνεσθαι καὶ πληρῶσαι τὴν γῆν, ὑπέταξεν αὐτῷ ὑποχείρια καὶ ὑπόδουλα τὰ πάντα· προσέταξε δὲ καὶ ἔχειν τὴν δίαιταν αὐτὸν ἀρχῆθεν ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν σπερμάτων καὶ χλοῶν καὶ ἀκροδρύων, ἅμα καὶ συνδίαιτα

v.2.p.88
κελεύσας εἶναι τὰ ζῶα τῷ ἀνθρώπῳ, εἰς τὸ καὶ αὐτὰ ἐσθίειν ἀπὸ τῶν σπερμάτων ἁπάντων τῆς γῆς.

Οὕτω συντελέσας ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα ὅσα ἐν αὐτοῖς ἐν τῇ ἕκτῃ ἡμέρᾳ, κατέπαυσεν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. εἶθ᾿ οὕτως ἀνακεφαλαιοῦται λέγουσα ἡ ἁγία γραφή· αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ τῆς γῆς, ὅτε ἐγένετο ἡμέρα ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι. οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. διὰ τούτου ἐμήνυσεν ἡμῖν ὅτι καὶ ἡ γῆ πᾶσα κατ᾿ ἐκεῖνο καιροῦ ἐποτίζετο ὑπὸ πηγῆς θείας, καὶ οὐκ εἶχε χρείαν ἐργάζεσθαι αὐτὴν ἄνθρωπον· ἀλλὰ τὰ πάντα αὐτοματισμῷ ἀνέφυεν ἡ γῆ κατὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, πρὸς τὸ μὴ κοπιᾷν ἐργαζόμενον τὸν ἄνθρωπον. ὅπως δὲ καὶ ἡ πλάσις δειχθῇ, πρὸς τὸ μὴ δοκεῖν εἶναι ζήτημα ἐν ἀνθρώποις ἀνεύρετον, ἐπειδὴ εἴρητο ὑπὸ τοῦ Θεοῦ, ποιήσωμεν ἄνθρωπον, καὶ οὔπω ἡ ποίησις αὐτοῦ πεφανέρωται, διδάσκει ἡμᾶς ἡ γραφὴ λέγουσα· πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ὅθεν καὶ ἀθάνατος ἡ ψυχὴ ὠνόμασται παρὰ τοῖς πλείοσι.

v.2.p.90
μετὰ δὲ τὸ πλάσαι τὸν ἄνθρωπον, ὁ Θεὸς ἐξελέξατο αὐτῷ χώριον ἐν τοῖς τόποις τοῖς ἀνατολικοῖς, διάφορον φωτὶ, διαυγὲς ἀέρι λαμπροτέρῳ, φυτοῖς παγκαλοῖς, ἐν ᾧ ἔθετο τὸν ἄνθρωπον.

Τὰ δὲ ῥητὰ τῆς ἱστορίας τῆς ἱερᾶς ἡ γραφὴ οὕτω περιέχει. καὶ ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε. καὶ ἐξανέτειλεν ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών. οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Ἑυιλάτ· ἐκεῖ οὖν ἐστι χρυσίον. τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· κἀκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεών. οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις. οὗτος ὁ πορευόμενος κατεναντίας Συρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης. καὶ ἔλαβε κύριος ὁ Θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. καὶ ἐνετείλατο ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ. ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. καὶ εἶπε κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν. καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς

v.2.p.92
τὸν Ἀδάμ. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὰ Ἀδὰμ, ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ. καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετείνοις τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐνεπλήρωσε σάρκα ἀντ᾿ αὐτοῦ, καὶ ᾠκοδόμησε κύριος ὁ Θεὸς τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτὴ ἐλήφθη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ Θεός· καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεὸς οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· οὐ μὴ φάγησθε ἀπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικὶ, οὐ θανάτῳ ἀποθανεῖσθε. ᾔδει γὰρ ὁ Θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν

v.2.p.94
καὶ πονηρόν. καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μεθ᾿ ἑαυτῆς, καὶ ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ ἔῤῥαψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα, καὶ ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν. καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου τοῦ Θεοῦ, ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. καὶ ἐκάλεσε κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ ποῦ εἶ; καὶ εἶπεν αὐτῷ· τὴν φωνήν σου ἤκουσα ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. καὶ εἶπεν αὐτῷ· τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; καὶ εἶπεν Ἀδάμ· ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. καὶ εἶπεν ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. καὶ εἶπε κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ἔχθραν ποιήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει τὴν κεφαλὴν, καὶ σὺ αὐτοῦ τηρήσεις τὴν πτέρναν. καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. ἐν λύπῃ τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει. τῷ δὲ Ἀδὰμ
v.2.p.96
εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μόνου τούτου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ σου. ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.

Ἐρεῖς οὖν μοι· σὺ φῂς τὸν Θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν; ἄκουε ὅ φημι· ὁ μὲν Θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστι, καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· οὐ γάρ ἐστι τόπος τῆς καταπαύσεως αὐτοῦ. ὁ δὲ λόγος αὐτοῦ, δι᾿ οὗ τὰ πάντα πεποίηκε, δύναμις ὦν καὶ σοφία αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγίνετο εἰς τὸν παράδεισον ἐν προσώπῳ τοῦ Θεοῦ, καὶ ὡμίλει τῷ Ἀδάμ. καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι· φωνὴ δὲ τί ἄλλο ἐστὶν, ἀλλ᾿ ἢ ὁ λόγος ὁ τοῦ Θεοῦ, ὅς ἐστι καὶ υἱὸς αὐτοῦ; οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀληθεία διηγεῖται τὸν λόγον, τὸν ὄντα διαπαντὸς ἐνδιάθετον ἐν καρδίᾳ Θεοῦ. πρὸ γὰρ τὶ γίνεσθαι, τοῦτον εἶχε σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. ὁπότε δ᾿ ἠθέλησεν

v.2.p.98
ὁ Θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησε προφορικὸν, πρωτότοκον πάσης κτίσεως, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας, καὶ τῷ λόγῳ αὐτοῦ διαπαντὸς ὁμιλῶν. ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ, καὶ πάντες οἱ πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν· δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἦν ὁ Θεὸς, καὶ ἐν αὐτῷ ὁ λόγος. ἔπειτα λέγει· καὶ Θεὸς ἦν ὁ λόγος· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Θεὸς οὖν ὢν ὁ λόγος, καὶ ἐκ Θεοῦ πεφυκὼς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων, πέμπει αὐτὸν εἴς τινα τόπον· ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ᾿ αὐτοῦ, καὶ ἐν τόπῳ εὑρίσκεται.

Τὸν οὖν ἄνθρωπον ὁ Θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσιν αὐτοῦ πεφανέρωκε μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τὸ ἐν κρείσσονι τόπῳ καὶ χωρίῳ διαφόρῳ αὐτὸν εἶναι. καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, αὐτὸ τὸ ἔργον δείκνυσι. πῶς γὰρ οὐκ ἔστι κατανοῆσαι τὴν μὲν ὠδῖνα, ἣν πάσχουσιν ἐν τῷ τοκετῷ αἱ γυναῖκες, καὶ μετὰ τοῦτο λήθην τοῦ πόνου ποιοῦνται, ὅπως πληρωθῇ ὁ τοῦ Θεοῦ λόγος, εἰς αὐξάνεσθαι καὶ πληθύνεσθαι τὸ γένος τῶν ἀνθρώπων; τί δ᾿ οὐχὶ καὶ τὴν τοῦ ὄφεως κατάκρισιν, πῶς στυγητὸς τυγχάνει ἕρπων ἐπὶ τῇ κοιλίᾳ,

v.2.p.100
καὶ ἐσθίων γῆν; ὅπως καὶ τοῦτο ᾖ εἰς ἀπόδειξιν ἡμῖν τῶν προειρημένων.

Ἐξανατείλας οὖν ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι· ὅπου γε καὶ φυτεία ὠνόμασται ὑπὸ Θεοῦ πεφυτευμένη. καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκε. τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς, καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν ἑτέρα γῆ, ἀλλ᾿ ἢ ἐν μόνῳ τῷ παραδείσῳ. ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστι, καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. τῷ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς, σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανὸν, ὑφ᾿ ὃν καὶ ἀνατολὴ καὶ γῆ εἰσιν. Ἐδὲμ δὲ Ἑβραϊστὶ τὸ εἰρημένον, ἑρμηνεύεται τρυφή. ποταμὸν δὲ σεσήμαγκεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ, ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο, οἱ καλούμενοι Φεισὼν καὶ Γεὼν, ποτίζουσι τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεὼν, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀναφαίνεσθαι, τὸν καλούμενον Νεῖλον. οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ᾿ ἡμῖν, οἱ καλούμενοι

v.2.p.102
Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων. θεὶς δὲ ὁ Θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ, εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτὸν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνου δὲ ἐκ τοῦ ξύλου τοῦ τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι· μετέθηκε δὲ αὐτὸν ὁ Θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθεὶς, οὕτω καὶ εἰς οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς, οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων. οὕτω καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονὴν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται) ἔχων ἀϊδιότητα. τῷ δὲ εἰπεῖν, ἐργάζεσθε, οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ, ἀλλ᾿ ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅπως μὴ παρακούσας ἀπολέσῃ ἑαυτὸν, καθὼς καὶ ἀπώλεσε διὰ ἁμαρτίας.

Τὸ μὲν ξύλον τὸ τῆς γνώσεως αὐτὸ μὲν καλὸν, καὶ ὁ κάρπος αὐτοῦ καλός. οὐ γὰρ ὡς οἴονταί τινες, θάνατον εἶχε τὸ ξύλον, ἀλλ᾿ ἡ παρακοή. οὐ γάρ τι ἕτερον ἦν ἐν τῷ καρπῷ ἢ μόνον γνῶσις. ἡ δὲ γνῶσις καλὴ, ἐπὰν αὐτῇ οἰκείως τις χρήσηται. τῇ δὲ οὔσῃ ἡλικίᾳ ὁ Ἀδὰμ ἔτι νήπιος ἦν, διὸ οὔπω ἠδύνατο τὴν γνῶσιν κατ᾿ ἀξίαν χωρεῖν. καὶ γὰρ νῦν, ἐπὰν γενηθῇ παιδίον, οὐκ ἤδη δύναται ἄρτον ἐσθίειν, ἀλλὰ πρῶτον γάλακτι ἀνατρέφεται, ἔπειτα κατὰ πρόσβασιν τῆς ἡλικίας

v.2.p.104
καὶ ἐπὶ τὴν στερεὰν τροφὴν ἔρχεται. οὕτως ἂν ἐγεγόνει καὶ τῷ Ἀδάμ. διὸ οὐχ ὡς φθονῶν αὐτῷ ὁ Θεὸς, ὡς οἴονταί τινες, ἐκέλευσε μὴ ἐσθίειν ἀπὸ τῆς γνώσεως. ἔτι μὴν καὶ ἐβούλετο δοκιμάσαι αὐτὸν, εἰ ὑπήκοος γίνεται τῇ ἐντολῇ αὐτοῦ· ἅμα δὲ καὶ ἐπὶ πλείονα χρόνον ἐβούλετο ἁπλοῦν καὶ ἀκέραιον διαμεῖναι τὸν ἄνθρωπον νηπιάζοντα. τοῦτο γὰρ ὅσιόν ἐστιν, οὐ μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ παρὰ ἀνθρώποις, τὸ ἐν ἁπλότητι καὶ ἀκακίᾳ ὑποτάσσεσθαι τοῖς γονεῦσιν. εἰ δὲ χρὴ τὰ τέκνα τοῖς γονεῦσιν ὑποτάσσεσθαι, πόσῳ μᾶλλον τῷ Θεῷ καὶ πατρὶ τῶν ὅλων; ἔτι μὴν καὶ ἄσχημόν ἐστι τὰ παιδία τὰ νήπια ὑπὲρ ἡλικίαν φρονεῖν. καθάπερ γὰρ τῇ ἡλικίᾳ τις πρὸς τάξιν αὔξει, οὕτω καὶ ἐν τῷ φρονεῖν. ἀλλ᾿ ὥστε ἐπὰν νόμος κελεύσῃ ἀπέχεσθαι ἀπό τινος, καὶ μὴ ὑπακούῃ τις, δηλονότι οὐχ ὁ νόμος κόλασιν παρέχει, ἀλλὰ ἡ ἀπείθεια καὶ ἡ παρακοή. καὶ γὰρ πατὴρ ἰδίῳ τέκνῳ ἐνίοτε προστάσσει ἀπέχεσθαί τινων, καὶ ἐπὰν οὐχ ὑπακούῃ τῇ πατρικῇ ἐντολῇ, δέρεται καὶ ἐπιτιμίας τυγχάνει διὰ τὴν παρακοήν. καὶ οὐκ ἤδη αὐτὰ τὰ πράγματα πληγαί εἰσιν, ἀλλ᾿ ἡ παρακοὴ τῷ ἀπειθοῦντι ὕβριν περιποιεῖται. οὕτω καὶ τῷ πρωτοπλάστῳ ἡ παρακοὴ περιεποιήσατο ἐκβληθῆναι αὐτὸν ἐκ τοῦ παραδείσου· οὐ μέντοι γε ὡς κακοῦ τι ἔχοντος τοῦ ξύλου τῆς γνώσεως, διὰ δὲ τῆς παρακοῆς ὁ ἄνθρωπος ἐξήντλησε πόνον, ὀδύνην, λύπην, καὶ τὸ τέλος ῾πὸ θάνατον ἔπεσε.

Καὶ τοῦτο δὲ ὁ Θεὸς μεγάλην εὐεργεσίαν

v.2.p.106
πάρεσχε τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα, ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμοῦ ἐξέβαλεν αὐτὸν ἐκ τοῦ παραδείσου, ὅπως διὰ τῆς ἐπιτιμίας τακτῷ ἀποτίσας χρόνῳ τὴν ἁμαρτίαν, καὶ παιδευθεὶς, ἐξ ὑστέρου ἀνακληθῇ. διὸ καὶ πλασθέντος ἀνθρώπου ἐν τῷ κόσμῳ τούτῳ, μυστηριωδῶς ἐν τῇ Γενέσει γέγραπται, ὡς δὶς αὐτοῦ ἐν τῷ παραδείσῳ τεθέντος· ἵνα τὸ μὲν ἅπαξ ᾖ πεπληρωμένον ὁπότε ἐτέθη· τὸ δὲ δεύτερον μέλλει πληροῦσθαι μετὰ τὴν ἀνάστασιν καὶ κρίσιν. οὐ μὴν ἀλλὰ καὶ καθάπερ σκεῦός τι, ἐπὰν πλασθὲν αἰτίαν τινὰ σχῇ, ἀναχωνεύεται ἢ ἀναπλάσσεται, εἰς τὸ γενέσθαι καινὸν καὶ ὁλόκληρον· οὕτω γίνεται καὶ τῷ ἀνθρώπῳ διὰ θανάτου. δυνάμει γὰρ τέθραυσται, ἵνα ἐν τῇ ἀναστάσει ὑγιὴς εὑρεθῇ· λέγω δὲ ἄσπιλος καὶ δίκαιος καὶ ἀθάνατος. τὸ δὲ καλέσαι καὶ εἰπεῖν τὸν Θεὸν, ποῦ εἶ Ἀδάμ; οὐχ ὡς ἀγνοῶν τοῦτο ἐποίει ὁ Θεὸς, ἀλλὰ μακρόθυμος ὢν ἀφορμὴν ἐδίδου αὐτῷ μετανοίας καὶ ἐξομολογήσεως.

Ἀλλὰ φήσει οὖν τις ἡμῖν, θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος; οὐδαμῶς. τί οὖν ἀθάνατος; οὐδὲ τοῦτο φαμέν. ἀλλὰ ἐρεῖ τις, οὐδὲν οὖν ἐγένετο; οὐδὲ τοῦτο. ἐγὼ μὲν, οὔτε οὖν φύσει θνητὸς ἐγένετο οὔτε ἀθάνατος. εἰ γὰρ ἀθάνατον αὐτὸν ἀπ᾿ ἀρχῆς ἐπεποιήκει, θεὸν αὐτὸν ἐπεποιήκει. πάλιν εἰ θνητὸν αὐτὸν ἐπεποιήκει, ἐδόκει ἂν

v.2.p.108
ὁ Θεὸς αἴτιος εἶναι τοῦ θανάτου αὐτοῦ. οὔτε οὖν ἀθάνατον αὐτὸν ἐποίησεν, οὔτε μὴν θνητὸν, ἀλλὰ καθὼς ἐπάνω προειρήκαμεν, δεκτικὸν ἀμφοτέρων· ἵνα εἰ ῥέψῃ ἐπὶ τὰ τῆς ἀθανασίας τηρήσας τὴν ἐντολὴν τοῦ Θεοῦ, μισθὸν κομίσηται παρ᾿ αὐτοῦ τὴν ἀθανασίαν, καὶ γένηται θεός· εἰ δ᾿ αὖ τραπῇ ἐπὶ τὰ τοῦ θανάτου πράγματα, παρακούσας τοῦ Θεοῦ, αὐτὸς ἑαυτῷ αἴτιος ᾖ τοῦ θανάτου. ἐλεύθερον γὰρ καὶ αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς ἄνθρωπον. ὃ οὖν ἑαυτῷ περιεποιήσατο δι᾿ ἀμελείας καὶ παρακοῆς, τοῦτο ὁ Θεὸς αὐτῷ νυνὶ δωρεῖται διὰ ἰδίας φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. καθάπερ γὰρ παρακούσας ἄνθρωπος θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούσας τῷ θελήματι τοῦ Θεοῦ ὁ βουλόμενος δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. ἔδωκε γὰρ ὁ Θεὸς ἡμῖν νόμον καὶ ἐντολὰς ἁγίας· ἅς πᾶς ὁ ποιήσας δύναται σωθῆναι, καὶ τῆς ἀναστάσεως τυχὼν κληρονομῆσαι τὴν ἀφθαρσίαν.

Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου οὕτως ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ Θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ᾿ ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ Θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. προγνώστης οὖν ὢν, καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλε διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων· ἑνὸς γὰρ ὄντος Θεοῦ, ἐκτότε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑποσπείρειν, καὶ λέγειν, ἔσεσθε ὡς Θεοί· μήπως οὖν ὑπονοηθῇ ὅτι ὅδε μὲν ὁ

v.2.p.110
Θεὸς ἐποίησε τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο οὖν ἐποίησε τοὺς δύο ἄμφω. οὐ μόνον ἴνα καὶ διὰ τούτου δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν Θεόν· ἅμα δ᾿ ἐποίησεν ὁ Θεὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτούς. πρὸς μὲν οὖν τὴν Εὔαν ὁ Ἀδὰμ εἶπε· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. ἔτι καὶ προεφήτευσε, λέγων· τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὅ δὴ καὶ αὐτὸ δείκνυται τελειούμενον ἐν ἡμῖν αὐτοῖς. τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ πάσης συγγενείας, καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικὶ, εὐνοῶν μᾶλλον αὐτῇ; διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς. ταύτην τὴν Εὔαν διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄφεως, καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ Σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄφεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ᾿ αὐτοῦ ἀνθρώποις, Εὔαν ἐκκαλεῖται. δαίμων δὲ καὶ δράκων καλεῖται, διὰ τὸ ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ Θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος, διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος.

v.2.p.112