Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

181. Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης· λόγος ἁμαρτίας ἀποτροπῆς ἕνεκεν.

182. Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γιγνομένου.

183. Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ.

184. Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ· ἕξις καθ’ ἣν τὸ ἔχον δυνατόν ἐστιν· ἰσχὺς κατὰ φύσιν.

185. Σώζειν τὸ περιποιεῖν ἀβλαβῆ.

186. Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος, ψυχὴ δ’ ἰσοθέων τάξιν ἔχει μακάρων.

187. Σπεύσιπος Φιλίππῳ. Ἀντίπατρος ὁ φέρων τὴν ἐπιστολὴν τὸ μὲν γένος ἐστὶ Μάγνης, γράφει δὲ Ἀθήνῃσι πάλαι τὰς Ἑλληνικὰς πράξεις· ἀδικεῖσθαι δέ φησιν ὑπό τινος ἐν Μαγνησίᾳ. Διάκουσον οὖν αὐτοῦ τὸ πρᾶγμα, καὶ βοήθησον, ὡς ἂν δύνῃ, καὶ προθυμότατα. Δικαίως δ’ ἃν αὐτῷ βοηθήσειας διὰ πολλά, καὶ διότι παρ’ ἡμῖν διαγνωσθέντος ἐν διατριβῇ τοῦ σοὶ πεμφθέντος ὑπὸ Ἰσοκράτους λόγου τότε, τὴν μὲν ὑπόθεσιν ἐπῄνεσε, τὸ δὲ παραλιπεῖν τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑμῶν ἐνεκάλεσε. Πειράσομαι δ’ αὐτῶν εἰπεῖν ὀλίγας. Ἰσοκράτης μὲν γὰρ οὔτε τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑπὸ σοῦ καὶ τῶν σῶν προγόνων

δεδήλωκεν, οὔτε τὰς ὑπό τινων κατὰ σοῦ γεγενημένας διαβολὰς λέλυκεν, οὕτε Πλάτωνος ἐν τοῖς πρὸς σὲ πεμφθεῖσι λόγοις ἀπέσχηται. Καίτοι χρὴ πρῶτον μὲν τὴν ὑπάρχουσαν οἰκειότητα πρὸς τὴν ἡμετέραν πόλιν αὐτὸν μὴ λαθεῖν, ἀλλὰ ποιῆσαι καὶ τοῖς ἀπὸ σοῦ γενομένοις φανεράν. Ἡρακλῆς γάρ, ὄντος νόμου τὸ παλαιὸν ἡμῖν μηδένα ξένον μυεῖσθαι, βουληθεὶς μυεῖσθαι γίγνεται Πυλίου θετὸς υἱός. Τούτου δὲ ὄντος τοιούτου, τοὺς λόγους ἐξῆν Ἰσοκράτει λέγειν ὡς πρὸς πολίτην, ἐπειδὴ τὸ γένος ὑμῶν ἐστιν ἀφ’ Ἡρακλέους, μετὰ ταῦτα τὰς Ἀλεξάνδρου τοῦ σοῦ προγόνου, καὶ τῶν ἄλλων τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ἐξαγγέλλειν. Νυνὶ δὲ ὥσπερ ἀποῤῥήτους συμφορὰς αὐτῶν κατασεσιώπηκεν. Ξέρξου γὰρ πρέσβεις ἐπὶ τὴν Ἐλλάδα πέμψαντος γῆν καὶ ὕδωρ αἰτήσοντας, Ἀλέξανδρος τοὺς μὲν πρέσβεις ἀπέκτεινεν· ὕστερον δέ, στασιαζόντων τῶν βαρβάρων, οἱ Ἕλληνες ἐπὶ τὴν ἡμετέραν Ἡράκλειαν ἀπήντησαν, Ἀλεξάνδρου δὲ τοῦ Ἀμύντου τὴν Θετταλῶν προδοσίαν τοῖς Ἕλλησι μηνύσαντος, ἀναζεύξαντες οἱ Ἕλληνες δ’ Ἀλέξανδρον ἐσώθησαν. Καίτοι τούτων χρὴ οὐ μόνον Ἡρόδοτον καὶ Δαμάστην μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὸν ἐν ταῖς τέχναις ἀποφαινόμενον ἐκ τοῦ τῶν προγόνων ἐγκωμίου εὔνους δεῖν ποιῆσαι τοὺς ἀκροατάς. Προσήκει δὲ καὶ τὴν ἐν Πλαταιαῖς ἐπὶ Μαρδονίου γεγενημένην δηλῶσαι, καὶ τὰς ἑξῆς τούτου τὰς τῶν σῶν προγόνων εὐεργεσίας. Οὕτως γὰρ ἃν ὁ περὶ σοῦ γραφεὶς λόγος τῆς παρὰ τῶν Ἑλλήνων εὐνοίας ἔτυχε μᾶλλον, ἢ μηδὲν ἀγαθὸν περὶ τῆς ὑμετέρας βασιλείας εἰπόντος. Ἥν δὲ καὶ τὰ παλαίτερα διαλεχθῆναι τῆς Ἰσοκράτους ἡλικίας, τὸ δέ, εὐθαλῶς, ὥς φησιν αὐτός, ἀνθούσης τῆς διανοίας. Ἀλλὰ μὴν καὶ τὰς διαβολὰς ἐνῆν λῦσαι τὰς τὸ πλεῖστον ὑπ’ Ὀλυνθίων γιγνομένας. Τίς γὰρ ἂν οὕτως εὐήθη σε νομίσειεν, ὥστε σοι πολεμούντων Ἰλλυριῶν καὶ Θρᾳκῶν, ἔτι τε Ἀθηναίων καὶ Λακεδαιμονίων, καὶ ἄλλων Ἑλλήνων καὶ βαρβάρων, πόλεμον πρὸς Ὀλυνθίους ἐξενεγκεῖν; Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἐν ἐπιστολῇ πρὸς σὲ μηκυντέον. Ἃ δέ ἐστιν οὐκ ἐμποδὼν τοῖς τυχοῦσιν εἰπεῖν, ἐκ πολλοῦ τε χρόνου τοῖς πᾶσι κατασεσιώπηται, συμφέρει δέ σοι πυθέσθαι, ταῦτά μοι δοκεῖ φράσειν, καὶ τούτων ἀξιώσειν εὐαγγέλια δικαίαν χάριν Ἀντιπάτρῳ παρὰ σοῦ δοθῆναι. Περὶ γὰρ τῆς γιγνομένης Ὀλυνθίοις χώρας, ὡς ἔστι τὸ παλαιὸν Ἡρακλειδῶν, ἀλλ’ οὐ Χαλκιδέων, ὁ φέρων τὴν ἐπιστολὴν μόνος καὶ πρῶτος ἀξιοπίστους μύθους εἴρηκεν. Τὸν αὐτὸν γάρ, φησι, τρόπον Νηλέα μὲν ἐν Μεσσήνῃ, Συλέα δὲ περὶ τὸν Ἀμφιπολιτικὸν τόπον ὑφ’ Ἡρακλέους ὑβριστὰς ὄντας ἀπολέσθαι, καὶ δοθῆναι παρακαταθήκην φυλάττειν, Νέστορι μὲν τῷ Νηλέως Μεσσήνην, Δικαίῳ δὲ τῷ Συλέως ἀδελφῷ τὴν Φυλλίδα χώραν· καὶ Μεσσήνην μὲν ὕστερον πολλαῖς γενεαῖς Κρεσφόντην κομίσασθαι, τὴν δὲ Ἀμφιπολῖτιν Ἡρακλειδῶν οὖσαν Ἀθηναίους καὶ Χαλκιδεῖς λαβεῖν. Ὡσαύτως ὑφ’ Ἡρακλέους
ἀναιρεθῆναι κακούργους καὶ παρανόμους, Ἱπποκόωντα μὲν ἐν Σπάρτῃ τύραννον, Ἀλκυονέα δὲ ἐν Πολλήνῃ, καὶ Σπάρτην μὲν Τυνδάρεῳ, Ποτίδαιαν δὲ καὶ τὴν ἄλλην Παλλήνην Σιθῶνι τῷ Ποσειδῶνος παρακαταθέσθαι, καὶ τὴν μὲν Λακωνικὴν τοὺς Ἀριστοδήμου παῖδας ἐν ταῖς Ἡρακλειδῶν καθόδοις ἀπολαβεῖν, Παλλήνην δὲ Ἐρετριεῖς καὶ Κορινθίους, καὶ τοὺς ἀπὸ Τροίας Ἀχαιούς, Ἡρακλειδῶν οὖσαν κατασχεῖν. Τὸν αὐτὸν δὲ τρόπον ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτείδας τυράννους, Τμῶλον καὶ Τηλέγονον ὡς Ἡρακλῆς ἀνέλοι, καὶ περὶ Ἀμβρακίαν Κλείδην καὶ τοὺς Κλείδου παῖδας ἀποκτείνας, Ἀριστομάχῳ μὲν τῷ Σιθῶνος τὴν Τορωναίαν τηρεῖν προστάξειεν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν κατῴκισαν· Λαδίκῃ δὲ καὶ Χαράττῃ τὴν Ἀμβρακικὴν χώραν ἐγχειρίσειεν ἀξιῶν ἀποδοῦναι τὰς παρακαταθήκας τοῖς ἀπ’ αὐτοῦ γιγνομένοις. Ἀλλὰ μὴν καὶ τὰς ὑπογυίους Ἀλεξάνδρου τῆς Ἡδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασιν· καὶ ταῦτά ἐστιν οὐ προφάσεις Ἰσοκράτους, οὐδὲ ὀνομάτων ψόφος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν. Ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος εἰ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρὰ Ἀντιπάτρου, τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν, καὶ πῶς ὄντες Ἀμφικτύονες Φλεγύαι μὲν ὑπὸ Ἀπόλλωνος Δρύοπες δὲ ὑπὸ Ἡρακλέους, Κρισσαῖοι δὲ ὑπὸ Ἀμφικτυόνων ἀνῃρέθησαν. Οὗτοί γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέθησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφικτυόνων συντελείας μετέσχον, ὧν ἐνίους σέ φησι μεμιμῆσθαι, καὶ λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους. Ὧν ὁ τὰ παλαιὰ καινῶς, καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν, λέγει νῦν οὔτε τὰς ἀρχαίας πράξεις, οὔτε τὰς ὑπὸ σοῦ νεωστὶ διαγωνισθείσας, οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύθευκε. Καίτοι δοκεῖ τὰς μὲν οὐκ ἀκηκοέναι, τὰς δὲ οὐκ εἰδέναι, τῶν δὲ ἐπιλελῆσθαι. Πρὸς δὲ τούτοις ἐπὶ πράξεις σε δικαίας παρακαλῶν ὁ σοφιστής, τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν, ἐν παραδείγματι δεδήλωκε, τὰ δὲ μείζω καὶ καλλίω πράγματα τῷ πατρί σου πραχθέντα παρέλιπεν. Ἀλκιβιάδης μὲν γὰρ ἐπ’ ἀσεβείᾳ φυγών, καὶ πλεῖστα τὴν πατρίδα τὴν αὐτοῦ κακῶς ποιήσας, εἰς αὐτὴν κατῆλθεν· Ἀμύντας δὲ πὲρ βασιλείας στάσει νικηθεὶς βραχὺν χρόνον ὑποχωρήσας, μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν. Εἶθ’ ὁ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασεν. Παρήνεγκε δέ σοι καὶ τὴν Διονυσίου μοναρχίαν, ὥσπερ προσῆκόν σοι τοὺς ἀσεβεστάτους, ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι, καὶ ζηλωτὴν τῶν κακίστων, ἀλλ’
οὐ τῶν δικαιοτάτων γενέσθαι. Καί φησι μὲν ἐν ταῖς τέχναις προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παραδείγματα φέρειν· ὀλιγωρήσας δὲ τῆς τέχνης, ἀλλοτρίοις καὶ τοῖς αἰσχίστοις, καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις παραδείγμασι χρῆται. Καίτοι πάντων καταγελαστότατα τοιαῦτα γράφων χαριέντως ἀμύνασθαί φησι τῶν μαθητῶν τοὺς ἐπιτιμῶντας. Οἱ δὲ χειρωθέντες ὑπὸ τῶν αὐτῷ πλησιαζόντων ἀκμαζόντων τῆς ῥητορικῆς τῇ δυνάμει, καὶ παρὰ ταῦτα οὐδὲν ἔχοντες εἰπεῖν οὕτως ἐπῄνεσαν τὸν λόγον, ὥστε τὸ πρωτεῖον τῶν λόγων τῷ λόγῳ τούτῳ δεδώκασι. Καταμάθοις δ’ ἂν ἐν βραχεῖ τὴν Ἰσοκράτους ἱστορίαν ἐξ ὧν Κυρηναίους μὲν ποιεῖ τοὺς ἀκούοντας ἀποίκους Λακεδαιμονίων, τὸν δὲ Ποντικὸν ἀπέδειξε τῆς αὐτοῦ σοφίας διάδοχον, οὗ σὺ πολλοὺς τεθεαμένος σοφιστὰς βδελυρώτερον οὐχ ἑώρακας. Πυνθάνομαι δὲ καὶ Θεόπομπον παρ' ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦτα, ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκα κατασκευάσαντος καὶ διὰ τέλους χαλεπῶς φέροντος, εἴ τι γίγνοιτο παρ’ ὑμῖν ἀνήμερον ἢ μὴ φιλάδελφον. Ἵνα οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν ἑλληνικῶν πράξεων αὐτῷ, καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφόμενος, ἀδίκως δὲ παρὰ σοῦ χορηγίας τυγχάνων. Ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν δῆμον μετὰ Τιμοθέου καθ’ ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραψε, νυνὶ δὲ πρεσβύτης ὢν ὥσπερ ἀγνοῶν, ἢ φθονῶν τὰ πλεῖστα τῶν ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν· ἀπέσταλκε δέ σοι λόγον, ὃν τὸ μὲν πρῶτον ἔγραψεν Ἀγησιλάῳ, μικρὰ διασκευάσας ὕστερον ἐπώλει τῷ Σικελίας τυράννῳ Διονυσίῳ· τὸ δὲ τρίτον τὰ μὲν ἀφελών, τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ· τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἐπηκόντισεν. Βουλοίμην δ’ ἂν χωρῆσαι τὸ βυβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ πρὸς σὲ πεμφθείσας ὑπ' αὐτοῦ προφάσεις. Ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς φησι κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον ὑπὲρ τῆς Ἡρακλέους ἀθανασίας, ὕστερον δὲ αὐτῷ σοι φράσειν. Ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον γράφειν, συγγνώμης ἀξιοῖ τυχεῖν· μὴ θαυμάζειν δέ, εἰ καί πως ἀναγνοὺς ὁ Ποντικὸς ἀμβλύτερον καὶ φαυλότερον ποιεῖ φαίνεσθαι τὸν λόγον· τὸν Πέρσην δὲ ὡς καταστρατηγήσεις αὐτὸν εἰδέναι σέ φησιν. Ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις γράψοντα ἐπιλείπει με τὸ βυβλίον· τοσαύτην ἡμῖν σπάνιν βυβλίων βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν. Ἔῤῥωσο, καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς ἡμᾶς αὐτὸν ἀπόστειλον.

188. Σπεύσιππος Φιλίππῳ.

Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κεκτῆσθαι, νομίζων τά τε χρήματα καὶ διὰ τύχην ἄν τινα πολλὰ κτήσασθαι οὐ τῶν βελτίστων εἶναι. Σοὶ δὲ ἔστιν ἀδελφὰ ᵈ τοῖς παρ’ ἐκείνου ὑπηργμένοις πράττειν, ὅπως ἂν δοκῆς καὶ τὸ ἦθος ἀδελφὸς εἶναι τοῦ

περὶ σὲ διανοηθέντος τοιαῦτα ᵉ. Νόμιζε δὲ πάντας προσέχειν σοι τὸν νοῦν, καὶ σκοπεῖν ᶠ ποῖός τε ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγωνιᾷν, βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ, καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦντας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γενόμενον πλημμελές. Οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελτίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ᵍ ἕνα τούτων. Δοκεῖ γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελφοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ καὶ πρὸς τὰς σὰς ʰ εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίγνωνται ⁱ. Περὶ πλείστου δὲ δεῖ σε ποιῆσαι σώφρονά τε εἶναι, καὶ κατήκοον τοῦ ἀδελφοῦ, ὄντος περὶ σὲ οἷός περ νῦν ἐστιν. Ἔῤῥωσο.

189. Σπεύσιππος Ξενοκράτει.

Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς ἐχόντων παραλιπεῖν, καὶ διὰ τὴν Πλάτωνος ἐντολήν, καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. Καὶ δὴ ᾤμην ᵃ δεῖν γράψαι πρὸς σέ, ὡς διακείμενος τυγχάνω τὸ σωμάτιον, καὶ διότι νομίζω παραγενόμενόν σε εἰς Ἀκαδημίαν ᵇ συνέχειν τὸν περίπατον ᶜ. Ταῦτα δὲ ὡς δίκαιά ἐστι καὶ καλῶς ἔχοντα, πειράσομαί σοι φράζειν. Πλάτων, καθάπερ καὶ σὺ οἶσθα, καὶ ἐν οὐ τῇ τυχούσῃ τιμῇ ᵈ τὴν ἐν Ἀκαδημίᾳ διατριβὴν ἦγεν, νομίζων εἶναί τι καὶ πρὸς δόξαν ὀρθήν, καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν ὕστερον παρ’ ἀνθρώποις μνείαν ἐσομένην. Καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιούμενος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν. Ἐπέσκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις, ἄν τι πάθῃς, πρὸς ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν ἐξ Ἀκαδημίας. Διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκόν εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾷν. Θεῶν γὰρ δὴ καὶ γονέων καὶ ἐπιστολῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. Οἰκειοτάτη δὲ τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνουσία πρὸς τοὺς συνόντας. Τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν. Συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην, κᾀκείνῳ μάλιστα ἁρμόζουσαν· ἀποδοίης δ’ ἄν ᵉ, εἰ παραγενόμενος εἰς Ἀκαδημίαν τὸν περίπατον τοῖς σοῖς λόγοις συνέχοις ᶠ. Σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἔνδικος βεβαιότης καὶ πιστότης ᵍ. Προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν πολλῶν ἀνθρώπων ʰ διαφέρειν. Σὺ δὲ καὶ δοκεῖς πλέον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι.

190. Σπεύσιππος Ξενοκράτει.

Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμβεβηκότων κατὰ τὸ σωμάτιον ᵃ. Οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν αὐτοῖς ἐνεργεῖν ἐμὲ δύνασθαι ᵇ· κατὰ τύχην δέ τινα ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχαρισμένον καὶ διὰ τὸ θειότατον εἶναι. Πάνυ μὲν οὖν ἐβουλόμην παρεῖναί σε· εὖ δὲ ποιήσεις καὶ νῦν παραγενόμενος. Καὶ γὰρ τῶν περὶ ἐμὲ προστήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.

191. Ἐκ τῆς Σπευσίππου πρὸς Δίωνα ἐπιστολῆς.

Ἔγραψε δὲ καὶ Σπεύσιππος αὐτῷ, μὴ μέγα φρονεῖν, εἰ πολὺς περὶ αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλ’ ὁρᾷν, ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν, εὐκλεᾶ θήσει τὴν ἀκαδημίαν.

192. Οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν οὕτως Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον, ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. Διατρέφων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι. Τοῦτο δ’ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη.

193. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον, ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων· ὁ νόμος, λόγος ὢν ὀρθός, σπουδαῖος ἃ καὶ ἐστιν.

194. Σπεύσιππός τε, ὁ Πλάτωνος ἀδελφιδοῦς, τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν, ἢ ἕξιν ἀγαθῶν· ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. Εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί.

195. Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ.

196. Ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἡ μὲν γὰρ ἁπλῶς κακόν, ἡ δὲ τῷ πὴ ἐμποδιστική. Τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τε καὶ κακόν, ἀγαθόν. Ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι Ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις· ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.

197. Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς ἑκάστης οὐσίας, ἄλλην μὲν ἀριθμῶν, ἄλλην δὲ μεγεθῶν, ἔπειτα ψυχῆς· καὶ τοῦτον δὴ τὸν τρόπον ἐπεκτείνει τὰς οὐσίας.

198. Ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος, τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι, τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται.

199. Σπευσίππῳ παραλυθέντι τὰ σκέλη Διογένης ἐξαγαγεῖν αὑτὸν τοῦ βίου παρῄνει, ὁ δὲ, οὐ τοῖς σκέλεσιν, ἔφη, ζῶμεν, ἀλλὰ τῷ νῷ.

200. Σπεύσιππος θεὸν τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δὲ [ἀπεφήνατο].