Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

101. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθ’ ἑαυτὸ λεγομένου.

102. Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.

103. Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον.

104. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος.

105. Τεκμήριον ἀπόδειξις ἀφανοῦς.

106. Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων.

107. Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος· αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι.

108. Ὀφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον τοῦ ἀγαθοῦ.

109. Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον.

110. Καλὸν τὸ ἀγαθόν.

111. Ἀγαθὸν τὸ ἄιτιον σωτηρίας τοῖς οὖσι· τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό· ἀφ’ οὗ συμβαίνει χρὴ αἱρεῖσθαι.

112. Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς.

113. Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης.

114. Ἑκούσιον τὸ αὑτοῦ προσαγωγόν· τὸ καθ’ αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον.

115. Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ.

116. Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν.

117. Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως.

118. Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἷρετόν.

119. Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀΐδιος μονή.

120. Ὅσιὸν θεράπευμα θεοῦ ἀρεστὸν θεῷ.