Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

ὦ σεμνὸν πολέμου τέρας· ὦ τῶν συμμάχων θεῶν ἄξιον θέαμα. σοὶ μὲν ὁ ὰν ἐβοήθησεν, σοὶ δὲ Ἥρα συνεκρότησε καὶ αλλὰς ὑπερήσπισεν ὡπλισμένη. περὶ σὲ μὲν ἔστη Ἡρακλῆς, ἔστη δὲ Θησεὺς σεμνυνόμενοι· σὲ δὲ χρὴ καὶ προτιμᾶσθαι τῶν Μαραθῶνι κειμένων καὶ τὸν πατέρα τὸν σὸν ἐπὶ σοί τε καὶ τοῖς σοῖς στρατιώταις ἀγορεύειν λόγον ἁρμόττει.

τοίνυν, Εὐφορίων, ἀπελθὼν τὸν σεαυτοῦ νεκρόν, τὸν χαμαί, τὸν ἐν ὄχλῳ νεκρῶν καὶ πεπατημένον, θάπτε καὶ θάπτε τὴν χεῖρα ἣν [τῷ πελέκει τις ἀπέκοψε τὴν Κυναιγείρου δεξιάν] ὅπλῳ γυναι

κῶν τις ἔτεμεν οὐκ αὐτοῦ μὲν ὑπάρχουσαν, ἐκείνου δέ. ἀκροστόλιον γὰρ οὖσαν τῆς νεὼς ἀπέκοψεν αὐτὴν καὶ τῶν ἀπειλητικῶν λήρων ἐπέσχε τὴν γλῶσσαν ὡς οὖσαν τῶν ἄλλων μερῶν ἀκρατεστέραν. αἱ μὲν γὰρ *ἄλλαι δεξιαὶ τῶν στρατιωτῶν* πρὸ τῶν ἱερῶν θυρῶν ἔμειναν ὑπὸ σπάρτων ἐχόμεναι ἐν τῷ τῆς λαβῆς σχήματι·

ἡ δὲ τῆς πρύμνης ἀπεκρούσθη μηδὲ ξύλου κατασχοῦσα Σιδονίου. σὺ δέ, ὦ τέκνον, καὶ τὴν παλαιὰν δόξαν τοῦ σοῦ πρώτου γένους ἐπιστώσω· αὐτόχθονες μέν ἐσμεν ὡς ἀληθῶς [τρεῖς παῖδες παλαιοί], οὕτως ἀνέσχε Καλλίμαχον ἡ μήτηρ [καὶ τὸν μὲν Ἡρακλέους], γέννημα οὕτω λαμπρὸν

καὶ τόσον ὑπὲρ τῆς πατρίδος σπουδαῖον ὡς ὑπὲρ αὐτῆς προέσθαι τοι ἐπὶ θαύματι τὴν ψυχήν.

ἐμὸν τοιγαροῦν, ὦ Εὐφορίων, εἴη τὸ τοῖς ἐπιταφίοις πρῶτον τὸν παῖδα κοσμεῖν καὶ τὸν ἐπινίκιον τραγῳδεῖν. σύ δὲ τὸν σὸν μεθύστερον θρήνει συγχωρούντων τῶν δικαστῶν.

τλοῦσιν, ὅσοι δὲ ἐν πείρᾳ γεγένηνται, γνήσιοι τοῦ βίου μέτοχοι καὶ πλέον τῶν ἑτέρων διαλλάττουσιν ἢ τῶν βεβήλων οἱ τελεσθέντες.