Imagines

Philostratus Sophista

Philostratus, the Athenian, 2nd/3rd cent, creator; Philostratus, the Lemnian, 3rd cent, creator; Kayser, C. L. (Carl Ludwig), 1808-1872, editor

κε. μὴ τὰς ἵππους, ὦ παῖ, τὰς τοῦ Διομήδους ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους, ἅς γε καὶ ᾕρηκεν ἤδη καὶ συντέτριφε τῷ ῥοπάλῳ καὶ ἡ μὲν κεῖται αὐτῶν, ἡ δὲ ἀσπαίρει, τὴν δὲ ἀναπηδᾶν ἐρεῖς, ἡ δὲ πίπτει, βάρβαροι ταῖς χαίταις καὶ ἐς ὁπλὴν λάσιοι καὶ ἄλλως θηρία, φάτναι δὲ ὡς ἀνάπλεῳ μελῶν ἀνθρωπείων καὶ ὀστέων εἰσίν, οἷς ἐς τὴν ἱπποτροφίαν ταύτην ὁ Διομήδης ἐχρήσατο, αὐτός τε ὁ ἱπποτρόφος ὡς ἀγριώτερος ἰδεῖν ἢ αἱ ἵπποι, πρὸς αἷς πέπτωκεν, ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον χρὴ δοκεῖν, Ἔρωτός τε πρὸς πολλοῖς ἐπιτάττοντος αὐτὸν τῷ Ἡρακλεῖ, μόχθου τε ἐπʼ αὐτῷ οὐ σμικροῦ ὄντος· τὸν γὰρ δὴ Ἄβδηρον ὁ Ἡρακλῆς ἡμίβρωτον φέρει ἀποσπάσας τῶν ἵππων, ἐδαίσαντο δὲ αὐτὸν ἁπαλὸν ἔτι καὶ πρὸ Ἰφίτου νέον, τουτὶ δέ ἐστι καὶ τοῖς λειψάνοις συμβαλέσθαι, καλὰ γὰρ δὴ ἔτι ἐν τῇ λεοντῇ κεῖται. τὰ μὲν δὴ δάκρυα τὰ ἐπʼ αὐτοῖς καὶ εἰ δή τι περιεπτύξατο αὐτῶν ἢ ὀλοφυρόμενος εἶπε, καὶ τὸ βαρὺ τοῦ προσώπου τὸ ἐπὶ πένθει δεδόσθω καὶ ἄλλῳ ἐραστῇ, ἐχέτω καὶ στήλη τι

p.380
γέρας ἐφεστηκυῖα καλοῦ σήματι, ὁ δʼ οὐχ ὅπερ οἱ πολλοί, πόλιν δὲ τῷ Ἀβδήρῳ ἀνίστησιν, ἣν ἀπʼ αὐτοῦ καλοῦμεν καὶ ἀγὼν τῷ Ἀβδήρῳ κείσεται, ἀγωνιεῖται δʼ ἐπʼ αὐτῷ πυγμὴν καὶ παγκράτιον καὶ πάλην καὶ τὰ ἐναγώνια πάντα πλὴν ἵππων.

κς. ὁ μὲν ἐν τῷ οἰκίσκῳ λαγωὸς δικτύου θήραμα, κάθηται δὲ ἐπὶ τῶν σκελῶν ὑποκινῶν τοὺς προσθίους καὶ ὑπεγείρων τὸ οὖς, ἀλλὰ καὶ βλέπει παντὶ τῷ βλέμματι, βούλεται δὲ καὶ κατόπιν ὁρᾶν δι’ ὑποψίαν καὶ τὸ ἀεὶ πτώσσειν, ὁ δʼ ἐκκρεμάμενος τῆς αὔου δρυὸς ἀνερρωγώς τε τὴν γαστέρα καὶ διὰ τοῖν ποδοῖν ἐκδεδυκὼς ὠκύτητα κατηγορεῖ τοῦ κυνός, ὃς ὑπὸ τῇ δρυὶ κάθηται διαναπαύων ἑαυτὸν καὶ δηλῶν μόνος ᾑρηκέναι. τὰς δὲ πλησίον τοῦ λαγὼ νήττας, ἀρίθμει δὲ αὐτὰς δέκα, καὶ τούς, ὅσαιπερ αἱ νῆτται, χῆνας, οὐ δεῖ βλιμάζειν, ἀποτέτιλται γὰρ αὐτῶν τὸ περὶ τὰ στέρνα πᾶν ἐκεῖ τοῖς πλωτοῖς ὄρνισι πλεονεκτούσης τῆς πιμελῆς. εἰ δὲ καὶ ζυμίτας ἄρτους ἀγαπᾷς ἢ ὀκταβλώμους, ἐκεῖνοι πλησίον ἐν βαθεῖ τῷ κανῷ, καὶ εἰ μὲν ὄψου τι χρῄζεις, αὐτοὺς ἔχεις, τοῦ τε γὰρ μαράθρου μετέχουσι καὶ τοῦ σελίνου καὶ ἔτι τῆς μήκωνος, ἥπερ ἐστὶν ἥδυσμα τοῦ ὕπνου, εἰ δὲ τραπέζης ἐρᾷς, τουτὶ μὲν ἐς ὀψοποιοὺς ἀναβαλοῦ, σὺ δὲ σιτοῦ τὰ ἄπυρα. τί οὖν οὐ τὰς δρυπεπεῖς ἁρπάζεις, ὧν ἐφʼ ἑκατέρου κανοῦ σωρὸς οὗτος; οὐκ οἶσθʼ, ὅτι μικρὸν ὕστερον οὐκέθʼ ὁμοίαις ἐντεύξῃ ταύταις, ἀλλὰ γυμναῖς ἤδη τῆς δρόσου; καὶ μηδὲ τῶν τραγημάτων ὑπερίδῃς, εἴ τι σοι μεσπίλου μέλει καὶ Διὸς βαλάνων, ἃς τρέφει λειότατον φυτὸν ἐν ὀξεῖ τῷ ἐλύτρῳ καὶ ἀτόπῳ ἰδεῖν.

p.381
ἐρρέτω καὶ τὸ μέλι παρούσης τῆς τῶν ἰσχάδων συνθήκης παλάθης ταυτησὶ καλουμένης, καὶ ὅ τι ἂν εἴποις, οὕτως ἡδὺ πέμμα. περιαμπίσχει δὲ αὐτὴν φύλλα οἰκεῖα παρέχοντα τῇ παλάθῃ τὴν ὥραν. οἶμαι τὴν γραφὴν ἀποφέρειν τὰ ξένια ταυτὶ τῷ τοῦ ἀγροῦ δεσπότῃ, ὁ δὲ λούεται τάχα Πραμνείους ἢ Θασίους βλέπων ἐνὸν τῆς γλυκείας τρυγὸς ἐπὶ τῇ τραπέζῃ πιεῖν, ὡς ἐς ἄστυ κατιὼν ὄζοι στεμφύλου καὶ ἀπραγμοσύνης καὶ κατὰ τῶν ἀστυτρίβων ἐρεύγοιτο.

κζ. οἱ μὲν ἐκπληττόμενοι θεοὶ καὶ θεαὶ προειρημένον αὐτοῖς μηδὲ Νύμφας ἀπεῖναι τοῦ οὐρανοῦ, παρεῖναι δὲ αὐτοῖς ποταμοῖς, ὧν γίγνονται, φρίττουσι δὲ τὴν Ἀθηνᾶν ἄρτι τῆς τοῦ Διὸς κεφαλῆς ἐν ὅπλοις ἐκραγεῖσαν Ἡφαίστου μηχαναῖς, ὡς ὁ πέλεκυς. τὴν δὲ ὕλην τῆς πανοπλίας οὐκ ἂν συμβάλοι τις, ὅσα γὰρ τῆς ἴριδος χρώματα παραλλαττούσης ἐς ἄλλοτε ἄλλο φῶς, τοσαῦτα καὶ τῶν ὅπλων, καὶ ὁ Ἥφαιστος ἀπορεῖν ἔοικεν, ὅτῳ ποτὲ τὴν θεὸν προσαγάγηται, προανάλωται γὰρ αὐτῷ τὸ δέλεαρ ὑπὸ τοῦ τὰ ὅπλα συνεκφῦναί οἱ. ὁ δὲ Ζεὺς ἀσθμαίνει σὺν ἡδονῇ, καθάπερ οἱ μέγαν ἐπὶ μεγάλῳ καρπῷ διαπονήσαντες ἆθλον, καὶ τὴν παῖδα ἐξιστορεῖ φρονῶν τῷ τόκῳ καὶ οὐδὲ τῆς Ἥρας τι δεινὸν ἐνταῦθα, γέγηθε δέ, ὡς ἂν εἰ καὶ αὐτῆς ἐγένετο. καὶ θύουσιν ἤδη τῇ Ἀθηνᾷ δῆμοι δύο ἐπὶ δυοῖν ἀκροπολέοιν, Ἀθηναῖοι καὶ Ῥόδιοι, γῆ καὶ θάλαττα, ἄνθρωποι γηγενεῖς οἱ μὲν ἄπυρα ἱερὰ καὶ ἀτελῆ, ὁ δὲ Ἀθήνησι δῆμος πῦρ ἐκεῖ καὶ κνῖσα ἱερῶν καὶ ὁ καπνὸς οἷον εὐώδης γέγραπται καὶ μετὰ τῆς κνίσης ἀναρρέων, ὅθεν ὡς παρὰ σοφωτέρους ἀφίκετο ἡ θεὸς

p.382
καὶ θύσαντας εὖ, Ῥοδίοις δὲ λέγεται χρυσὸς ἐξ οὐρανοῦ ῥεῦσαι καὶ διαπλῆσαι σφῶν τὰς οἰκίας καὶ τοὺς στενωποὺς νεφέλην ἐς αὐτοὺς ῥήξαντος τοῦ Διός, ὅτι κἀκεῖνοι τῆς Ἀθηνᾶς ξυνῆκαν. ἐφέστηκε τῇ ἀκροπόλει καὶ ὁ δαίμων ὁ Πλοῦτος, γέγραπται δὲ πτηνὸς μὲν ὡς ἐκ νεφῶν, χρυσοῦς δὲ ἀπὸ τῆς ὕλης, ἐν ᾗ ἐφάνη. γέγραπται καὶ βλέπων, ἐκ προνοίας γὰρ αὐτοῖς ἀφίκετο.

κη. ἐπεὶ τὸν τῆς Πηνελόπης ἱστὸν ᾅδεις ἐντετυχηκὼς ἀγαθῇ γραφῇ καὶ δοκεῖ σοι πάντα ἱστοῦ ἔχειν, στήμοσί τε ἱκανῶς ἐντέταται καὶ ἄνθεα κεῖται ὑπὸ τῶν μίτων καὶ μόνον οὐχ ὑποφθέγγεται ἡ κερκὶς αὐτή τε ἡ Πηνελόπη κλαίει δακρύοις, οἷς τὴν χιόνα τήκει Ὅμηρος καὶ ἀναλύει, ἃ διύφηνεν, ὅρα καὶ τὴν ἀράχνην ὑφαίνουσαν ἐκ γειτόνων, εἰ μὴ παρυφαίνει καὶ τὴν Πηνελόπην καὶ τοὺς Σῆρας ἔτι, ὧν τὰ ὑπέρλεπτα καὶ μόλις ὁρατά. οἰκίας μὲν οὐκ εὖ πραττούσης προπύλαια ταῦτα, φήσεις αὐτὴν χηρεύειν δεσποτῶν, αὐλὴ δὲ ἔρημος ἔσω παραφαίνεται, καὶ οὐδὲ οἱ κίονες αὐτὴν ἔτι ἐρείδουσιν ὑπὸ τοῦ συνιζάνειν καὶ καταρρέειν, ἀλλʼ ἔστιν οἰκητὸς ἀράχναις μόναις, φιλεῖ γὰρ τὸ ζῷον ἐν ἡσυχίᾳ διαπλέκειν. ὅρα καὶ τὰ μηρύματα· τοῦτο ἀναπτύουσαι τὸ νῆμα καθιᾶσιν ἐς τοὔδαφος, δεικνύει δὲ αὐτὰς ὁ ζωγράφος κατιούσας διʼ αὐτοῦ καὶ ἀναρριχωμένας ἀερσιποτήτους κατὰ τὸν Ἡσίοδον καὶ μελετώσας πέτεσθαι, καὶ οἰκίας δὲ προσυφαίνουσι ταῖς γωνίαις τὰς μὲν εὐρείας, τὰς δὲ κοίλας· τούτων αἱ μὲν εὐρεῖαι χρησταὶ θερίζειν, ἃς δὲ κοίλας ὑφαίνουσιν, ἀγαθὸν τοῦτο χειμῶνος. καλὰ μὲν οὖν καὶ ταῦτα

p.383
τοῦ ζωγράφου, τὸ γὰρ οὕτω γλίσχρως ἀράχνην τε αὐτὴν διαπονῆσαι καὶ στίξαι κατὰ τὴν φύσιν καὶ τὸ ἔριον αὐτῆς ὑπομόχθηρον γράψαι καὶ ἄγριον, ἀγαθοῦ δημιουργοῦ καὶ δεινοῦ τὴν ἀλήθειαν, ὁ δʼ ἡμῖν καὶ τὰ λεπτὰ διύφηνεν. ἰδοὺ γάρ· τετράγωνος μὲν αὕτη μήρινθος περιβέβληται ταῖς γωνίαις, οἷον πεῖσμα τοῦ ἱστοῦ, περιῆπται δὲ τῇ μηρίνθῳ λεπτὸς ἱστὸς πολλοὺς ἀποτετορνευμένος τοὺς κύκλους, βρόχοι δὲ ἐκτενεῖς ἀπὸ τοῦ πρώτου κύκλου μέχρι τοῦ σμικροτάτου διαπλέκονται διαλείποντες ἀπʼ ἀλλήλων ὅσον οἱ κύκλοι. αἱ δὲ ἔριθοι διʼ αὐτῶν βαδίζουσι τείνουσαι τοὺς κεχαλασμένους τῶν μίτων. ἀλλὰ καὶ μισθὸν ἄρνυνται τοῦ ὑφαίνειν καὶ σιτοῦνται τὰς μυίας, ἐπειδὰν τοῖς ἱστοῖς ἐμπλακῶσιν, ὅθεν οὐδὲ τὴν θήραν αὐτῶν παρῆλθεν ὁ ζωγράφος, ἡ μὲν γὰρ ἔχεται τοῦ ποδός, ἡ δὲ ἄκρου τοῦ πτεροῦ, ἡ δὲ ἐσθίεται τῆς κεφαλῆς, ἀσπαίρουσι δὲ πειρώμεναι διαφυγεῖν· ὅμως οὐ ταράττουσιν οὐδὲ διαλύουσι τὸν ἱστόν.

κθ. τοὺς μὲν ἀμφὶ Τυδέα καὶ Καπανέα καὶ εἰ δή τις Ἱππομέδων καὶ Παρθενοπαῖος ἐνταῦθα, Ἀθηναῖοι θάψουσιν ἀγῶνα ἀράμενοι τὸν ὑπὲρ τῶν σωμάτων, Πολυνείκην δὲ τὸν Οἰδίποδος Ἀντιγόνη ἡ ἀδελφὴ θάπτει νύκτωρ ἐκφοιτήσασα τοῦ τείχους καίτοι κεκηρυγμένον ἐπʼ αὐτῷ μὴ θάπτειν αὐτόν, μηδὲ ἑνοῦν τῇ γῇ, ἣν ἐδουλοῦτο. τὰ μὲν δὴ ἐν τῷ πεδίῳ νεκροὶ ἐπὶ νεκροῖς, καὶ ἵπποι, ὡς ἔπεσον, καὶ τὰ ὅπλα, ὡς ἀπερρύη τῶν ἀνδρῶν, λύθρου τε οὑτοσὶ πηλός, ᾧ φασι τὴν Ἐνυὼ χαίρειν, ὑπὸ δὲ τῷ τείχει τὰ μὲν τῶν ἄλλων λοχαγῶν σώματα μεγάλοι

p.384
τέ εἰσι καὶ ὑπερβεβληκότες ἀνθρώπων, Καπανεὺς δὲ γίγαντι εἴκασται, πρὸς γὰρ τῷ μεγέθει βέβληται ὑπὸ τοῦ Διὸς καὶ ἐπιτύφεται. τὸν Πολυνείκην δὲ ἡ Ἀντιγόνη μέγαν καὶ κατʼ ἐκείνους ὄντα καὶ ἀνῄρηται τὸν νεκρὸν καὶ θάψει πρὸς τῷ τοῦ Ἐτεοκλέους σήματι διαλλάττειν ἡγουμένη τοὺς ἀδελφούς, ὡς λοιπόν ἐστι. τί φήσομεν, ὦ παῖ, τὴν σοφίαν τῆς γραφῆς; σελήνη μὲν γὰρ προσβάλλει φῶς οὔπω πιστὸν ὀφθαλμοῖς, μεστὴ δὲ ἐκπλήξεως ἡ κόρη θρηνεῖν ὥρμηκε περιβάλλουσα τὸν ἀδελφὸν ἐρρωμένοις τοῖς πήχεσι, κρατεῖ δὲ ὅμως τοῦ θρήνου δεδοικυῖά που τὰ τῶν φυλάκων ὦτα, περιαθρεῖν τε βουλομένη πάντα τὰ πέριξ ὅμως ἐς τὸν ἀδελφὸν βλέπει τὸ γόνυ ἐς γῆν κάμπτουσα. τὸ δὲ τῆς ῥοιᾶς ἔρνος αὐτοφυές, ὦ παῖ, λέγεται γὰρ δὴ κηπεῦσαι αὐτὸ Ἐρινύας ἐπὶ τῷ τάφῳ, κἂν τοῦ καρποῦ σπάσῃς, αἷμα ἐκδίδοται νῦν ἔτι. θαῦμα καὶ τὸ πῦρ τὸ ἐπὶ τοῖς ἐναγίσμασιν, οὐ γὰρ ξυμβάλλει ἑαυτῷ, οὐδὲ ξυγκεράννυσι τὴν φλόγα, τὸ ἐντεῦθεν δὲ ἄλλην καὶ ἄλλην τρέπεται καὶ τὸ ἄμικτον δηλοῖ τοῦ τάφου.